# Thesaurus de sancta consubstantiali trinitate 75.85

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.85

τοιαῦτά φατε; Ἀπὸ καρδίας τῆς ἑαυτῶν λαλοῦντες, καθά φησιν ὁ προφήτης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ΑΛΛΟ. Εἰ βουλήσει γεγεννῆσθαί φατε τὸν Υἱὸν, καὶ βιάζεσθε τὴν περὶ αὐτοῦ θέλησιν προϋπάρχειν τῆς γεννήσεως αὐτοῦ, τί μὴ ταῦτά φησιν ἡ Γραφὴ περὶ αὐτοῦ, ἃ δὴ καὶ περὶ τῶν ἄλλων ποιημάτων λέγουσα φαίνεται; Ἐπὶ μὲν γὰρ τῶν γεγονότων παρὰ Θεοῦ, προηγεῖται θέλησις, ὡς ἐν τῷ, «Ποιήσωμεν ἄνθρωπον,» Καὶ ἐν τῷ, «Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου οὐδαμοῦ θέλησις ἤτοι βούλησις προηγησαμένη φαίνεται. Ἀλλ' ὅτι μόνον ἦν καὶ ἔστιν ἀκούομεν. Καὶ, ἵν' οὕτως εἴπω, τόπος αὐτῷ φυσικὸς ὁ Πατήρ. Εἰ τοίνυν ἐπὶ μὲν τῶν κτισμάτων ἁπάντων ἔφησεν ἡγεῖσθαι θέλησιν ἡ Γραφὴ, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐδὲν τοιοῦτον εὑρήσομεν παρ' αὐτῆς, οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, οὐδὲ θελήσει γέγονε, καθάπερ τὰ πάντα, ἐκ Πατρὸς προελθὼν καὶ τῆς τοῦ γεννήσαντος οὐσίας, ὑπάρχων τε ἀΐδιος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμίς ἐστι τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἐστιν ἐν ᾧ βουλεύεται, καὶ δι' οὗ τὰ πάντα ἐργάζεται. Πῶς οὖν βουλήσει γέγονεν ὁ ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πατρός; Ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱὸν, καθὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ' ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶ καὶ ἡ βούλησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ. Καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Οὐκ ἐν τοῖς γενομένοις ἡ τοῦ Θεοῦ βούλησις οὐσιωμένη φαίνεται, ἀλλ' ἕτερόν τί ἐστι παρὰ τὰ δι' αὐτῆς ποιούμενα. Οἷον, θελήσει φαμὲν γενέσθαι τὸν οὐρανὸν, οὐκ αὐτὸν εἶναι τὴν θέλησιν. Εἰ τοίνυν βουλεύεται μὲν ἐν σοφίᾳ Θεὸς, καὶ ὅτε τὸν Υἱὸν, ὡς ὑμεῖς φατε, ἀπογεννᾷν ἤθελεν, ἔστι δὲ ἡ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἑτέραν τῷ Πατρὶ προσεῖναι σοφίαν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος ἀπέτεκε τὸν Υἱόν. Εἰ δὲ τοῦτο λέγειν ἀσεβὲς (εἷς γὰρ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐ δύο, σοφία τοῦ Πατρὸς ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος), αὐτός ἐστιν ὁ δι' οὗ πάντων ἡ βούλησις γίνεται. ΑΛΛΟ. Τῶν ἐν χρόνῳ γεγονότων, προηγεῖται πάντως τὸ βουλεύεσθαί τι περὶ αὐτῶν. Εἰ τοίνυν βουλήσει γεγένηται, καθ' ὑμᾶς, ὁ Υἱὸς, προηγουμένην ἔχει καὶ αὐτὸς τὴν περὶ αὐτοῦ βούλησιν, ὥσπερ καὶ τὰ ποιήματα. Καὶ οὐκ ἦν ποτε. Καὶ ψεύδεται λέγων Ἰωάννης περὶ αὐτοῦ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Εἰ γὰρ οὐκ ἦν, καθ' ὑμᾶς, πῶς ὁ εὐαγγελιστὴς ἀληθεύσει τὸ, Ἦν, αὐτῷ περιτιθείς; Ἀλλ' οὐχ ὑμῖν, ἐκείνῳ

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
