# Thesaurus de sancta consubstantiali trinitate 75.9

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Η ΒΙΒΛΟΣ ΤΩΝ ΘΗΣΑΥΡΩΝ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ. ΠΡΟΛΟΓΟΣ ἤτοι ΠΡΟΘΕΩΡΙΑ. Οὐκ ἐπὶ μικροὺς ἡμᾶς ἀγῶνας ἐπείγεσθαι δεῖν ὁ σὸς ἀναπείθει λόγος, ὦ φιλοπονώτατε ἀδελφὲ Νεμεσῖνε. Τί γὰρ ἂν οὕτω γένοιτο δυσέφικτόν τε καὶ χαλεπὸν εἰς κατάληψιν, καὶ οὐ σφόδρα τρανὲς εἰς ἐξήγησιν, ὡς ἡ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἀπλανὴς θεωρία, καὶ ἡ τὸ ὑπό του διαλοιδορεῖσθαι μηδαμόθεν ἔχουσα διάλεξις; Λεπτὴ μὲν γάρ πως, μᾶλλον δὲ ἀσθενεστάτη λίαν ἐστὶν ἡ ἀνθρώπου διάνοια· ἀδρανὴς δὲ ἡ γλῶττα, καὶ μόλις τὰ ἐν χερσὶν ἑρμηνεύειν ἰσχύουσα· δυσεύρετον δὲ τῆς ἀληθείας τὸ κάλλος· καὶ οὐ τοῖς πολλοῖς ἐκκαλύπτεσθαι πεφυκός· ἀλλὰ μόνοις τοῖς ἐκ διανοίας ἀγαθῆς καὶ ἀκαπηλεύτου γνώμης ἀνιχνεύουσιν αὐτὸ, καὶ ἀνορύττουσιν ὥσπερ τινὰ θησαυρὸν οὐράνιον· ἴνα δὴ καὶ τυχόντες εἰκότως ἀκούσειαν· «Ὑμῶν δὲ μακάριοι

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
