# Thesaurus de sancta consubstantiali trinitate 75.97

Cyrillus, Thesaurus de sancta consubstantiali trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/thesaurus-de-sancta-consubstantiali-trinitate/75.97

ἀβουλήτως αὐτὸν γεγενῆσθαι, καὶ παρ' ἡμῶν ἀκουέτωσαν· Βουλήσει ἆρα τὸ πῦρ τὴν ἐξ αὐτοῦ θερμότητα γεννᾷ ἢ ἀβουλήτως; Ἀλλ' οὐδὲν ἕξουσι πρὸς τοῦτο εἰπεῖν. Τὰ γὰρ ἐκ φύσεως προϊόντα, οὔτε βούλησιν, οὔτε ἀβουλησίαν ἐπιδέχεται. Ἐπὶ δὲ τῶν ἔξωθεν καὶ ὤν ἐσμεν ἐν ἐξουσίᾳ, βούλησις καὶ ἀβουλησία κρατεῖ. Ὥσπερ οὖν καὶ ἡμᾶς ἐργαζόμεθά τι βουληθέντες, τίκτομεν δὲ ἐξ ἑαυτῶν, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως ἢ ἀβουλησίας, οὕτω καὶ Θεὸς ἐργάζεται μὲν βουλήσει τὰ ἐκτὸς, ἐγέννησε δὲ ἀχρόνως τὸν Υἱὸν ἐξ ἑαυτοῦ, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως καὶ ἀβουλησίας, εἰ καὶ οὐκ ἀθέλητός ἐστιν. Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, ὡς γέγραπται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ μὴ βουλήσει, φησὶν, ἐγέννησε τὸν Υἱὸν ὁ Πατὴρ, ἔχει δὲ αὐτὸν ἐκ φύσεως, δηλονότι καὶ τὴν περὶ αὐτὸν γνῶσιν οὐκ ἔχων αὐτὸς, ἔχει πάλιν αὐτὴν ἀπὸ τῆς φύσεως. Ἔμαθεν οὖν ὅτι καὶ Υἱὸς αὐτοῦ ἔσται, καὶ συνδημιουργήσει τὰ πάντα· καὶ ἐπισυμβέβηκε τῷ Πατρὶ ἡ περὶ Υἱοῦ γνῶσις ἐκ τῆς οἰκείας διδασκομένη φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, βουλήσει ἄρα, εἰδὼς ὅτι ἔσται, προέβαλεν αὐτὸν, καὶ προτρέχει πάντως τῆς γεννήσεως ἡ βούλησις. Πρὸς τοῦτο λύσις. Ὡς ἡμῶν ὁμολογούντων, ὅτι πρῶτον ἐδιδάχθη τίς ἔσται ὁ Υἱὸς, εἶθ' οὕτως γεγέννηκεν αὐτὸν ὁ Πατὴρ, κατασκευάσει τὴν πρότασιν ὁ περὶ ταῦτα δεινὸς, οὐκ εἰδὼς ὅτι, διαστήματος οὐδενὸς ὄντος μεταξὺ τοῦ μεσολαβοῦντος τὸ εἶναι τοῦ Πατρὸς καὶ τὴν γέννησιν τοῦ Υἱοῦ, ἡ περὶ αὐτοῦ πρόγνωσις οὐκ ἔχει τόπον. Εἰ γὰρ προεβουλεύσατο, καὶ προεδιδάχθη, ἐν χρόνῳ δὲ πάντως ταῦτα ἐγίνετο, κάτω χρόνων ὁ Υἱός. Εἰ δὲ αὐτός ἐστιν ὁ τῶν χρόνων ποιητὴς, τί μάτην τῆς θείας φύσεως καταφλυαρεῖ, διδασκομένην αὐτὴν εἰσφέρων ἀπὸ τῆς φύσεως, ὡς αὐτός φησι, τὰ ἐσόμενα, καὶ πλέον οὐδὲν ἀνθρώπῳ διδοὺς ἢ τῷ ὑπὲρ πάντας ὄντι Θεῷ; Ἄνω τοίνυν κειμένης αἰώνων καὶ χρόνων τῆς γεννήσεως τοῦ Υἱοῦ, δύσφημόν τε καὶ ἀμαθὲς εἰκότως ἂν εἴη τὸ λέγειν προβουλεύεσθαί τι, ἢ προδιδάσκεσθαι τὸν Πατέρα περὶ αὐτοῦ. Τέλειος γὰρ καὶ ἐν τῷ πάντα εἰδέναι ὁ Πατὴρ, καὶ τόπον οὐδένα πρὸ Υἱοῦ ἡ περὶ αὐτοῦ βούλησις ἔχει. ΑΛΛΟ. Εἰ οἶδεν ἑαυτὸν ἀεὶ ὄντα Πατέρα ὁ Πατὴρ, ἔχει πάντως καὶ ἐν ἑαυτῷ τοῦ Υἱοῦ τὴν γνῶσιν. Ἐν γὰρ τῷ εἰδέναι ὅπερ ἐστὶν αὐτὸς, καὶ τῆς υἱότητος τὴν γνῶσιν φορεῖ· Πατὴρ γὰρ ὡς πρὸς Υἱὸν ἔστι τε καὶ ὀνομάζεται. Καὶ πάλιν ἐκ τῶν ἐναντίων· Οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, εἰδὼς ὅπερ ἐστὶν αὐτός. Ἀπὸ γὰρ τῆς υἱότητος ἡ πατρότης νοεῖται· καὶ τὸ ἀντίστροφον, ἐκ τῆς πατρότητος ἡ υἱότης· ἦν οὖν ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα καὶ ὁ Υἱός. Δύσφημον δὲ τὸ λέγειν μὴ εἰδέναι τὸν Πατέρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν, διδάσκεσθαι δὲ ἀπὸ τῆς φύσεως, ἑκάστου δηλαδὴ ἀφ' ὧν ἐστιν αὐτὸς τὴν τοῦ ἑτέρου γνῶσιν ἔχοντος. Ἄλλως τε ἕτερον οὐκ ἂν εἴη φύσις Θεοῦ παρ' αὐτόν· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος.

---

Cyrillus Theol., Thesaurus de sancta consubstantiali trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg109.local001/.
