# De Principiis 1009-1010

Damascius, De Principiis, 1009 to 1010. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1009
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1009

συναιρετικὴ δὲ ἡ ἐπιστροφὴ καὶ ἀναγωγὸς τοῦ τρίτου εἰς τὸ πρῶτον, ὡς ἐκείνη προαγωγὸς τοῦ πρώτου εἰς τὸ τρίτον. Φέρε οὖν ἴδωμεν τί ὡστε καὶ λέγομεν· τὸ προεληλυθὸς ἐπιστρέφειν λέγομεν μένον γε ἐν τῷ προεληλυθὸς εἶναι· πλασιαίτερον ἄρα τῷ παρόντι γίνεται τὸ ἐπιστρέφον ἐν αὐτῷ τοῦ προεληλυθότος, προσλαμβάνει δὲ τὸ ἐπιστρεπτικὸν μετὰ τὸ προοδικόν ὑποκείσθω γὰρ ἐκάτερον κατ’ οὐσίαν, κρεῖττον δὲ τὸ ἀεὶ προϋφιστάμενον τοῦ ἐπιγιγνομένου, ὥστε καὶ τὸ προοδικὸν τοῦ ἐπιστρεπτικοῦ· οὐκ ἄρα πλησιάζει τῷ γεννῶντι μᾶλλον καθὸ ἐπιστρέφει ἢ καθὸ προεληλύθεν. Εἰ δὲ καὶ μένει τὸ προεληλυθός, ὡς δέδεικται, τί δεῖται τῆς ἐπιστροφῆς, ἤδη κατὰ τὸ μένειν ἀφομοιωμένον; Εἰ δὲ ἀνάκτησίς ἐστι τῆς μονῆς ἡ ἐπι- σω ὁ εἴδωμεν λέγομεν τὸ προς ἔτι] Ι. ὅ τι.

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
