# De Principiis 1051-1052

Damascius, De Principiis, 1051 to 1052. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1051
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1051

ὑποβλέψομεν μέσον γε ὅν τῇ ἑαυτοῦ φύσει, καθάπερ τὸ αὐτοκίνητον τοῦ ἀκινήτου τε καὶ ἑτεροκινήτου μέσον ὁμολογοῦμεν. Εἰ γὰρ τι καὶ ἑτέρωθεν ὑφιστάμενον κρεῖτλον τοῦ ἀφ’ ἑαυτοῦ, ἄλλ’ ἔστι τι, ὃ καὶ χεῖρον, ὅπερ ἐπὶ τῶν σωματοειδῶν ἀληθὲς εἰπεῖν. Δεῖ δὲ εἶναι τὸ φύσει κρεῖτλον, εἴπερ καὶ τὸ χεῖρον. Ἄλλ’ ὅτι μὲν ἔστι τὸ αὐθυπόστατον, καὶ αὖθις ἐπιζητήσομεν τοῦτό τε καὶ ὅ τε τυγχάνει ὅν, καὶ καθ’ ἧν ἐκφαίνεται τάξιν. Τοῦτο δὴ οὖν τὸ ἑαυτὸ ὑφιστάνειν, ἐπιστρέφεσθαί ἐσθιν αὐτὸ πρὸς ἑαυτὸ κατ’ οὐσίαν· ἔσται ἄρα καὶ αὐτόζων κατὰ τὰς αὐτὰς αἰτίας, ὅπερ ἑαυτὸ ζωποιεῖ. Καὶ οὐχ ἑτέρωθεν μόνον δέχεται τὴν ζωήν, ἀλλὰ πρὸς μὲν ἑαυτὸ τοιαῦτα ἐπιδείκνυται τὰς τρεῖς ἐπιστροφάς· πρὸς δὲ τὸ πρῶτον πῶς; γνωσικὴ μὲν γὰρ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
