# De Principiis 1084-1085

Damascius, De Principiis, 1084 to 1085. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1084
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1084

ἐξαιρετος, ἢ, κοινότερον φάναι, τοῦ προελθόντος· ἡ δὲ οὐσία οὔτε γνῶσιν ἔχει ἂν, οὔτε ζωήν, οὔτε προεληλυθυῖα, οὔτε προιοῦσα, εἴπερ ἐστὶ καὶ ἡ ζωὴ τοῦ μέσου καὶ προϊόντος. Οὐσία μὲν ἄρα ἐστὶ κόσμος ὁλοτελὴς ἐν τῷ ἀδιακρίτῳ πάντα συνηρηκώς, νοῦς δὲ κόσμος ὅ τι άτια ἡ ἀνωνύμων Ε. περικειμένοις ὥσπερ ἔχει ὅπη ποτὲ Η τούτοις Ἡ δὲ διακρίτῳ ἢ ἀνωνύμων νῦν καὶ ἡμῖν συνερηκώς ὀλοτελὴς διακρίτῳ Ε. ὁλοτελὴς ἐν τῷ διακεκριμένῳ τῆς φύσεως ὑφестηκώς, ἡ δὲ ζωὴ κόσμος ὁλοτελὴς ἐν τῷ διακρινομένῳ τῆς μεσότητος πάντα ὠδίνων. Ὁ μὲν δὴ πρῶτος αὐτὸς τε ἀπερίγραφός ἐστι καὶ πάντα περιέχων ἀπεριγράφως, ὁ δὲ τρίτος αὐτὸς τε περιγραφείς, ἄτε προεληλυθώς, καὶ τὰ ἐν ἑαυτῷ περιγράψας, ὅσα ἐν αὐτῷ προελθόντα ἐστὶ καὶ διακεκριμένα,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
