# De Principiis 1116-1118

Damascius, De Principiis, 1116 to 1118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1116
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1116

ὡς τι ἰδίωμα διωρισμένον· οὐδὲ γὰρ τὸ διακεκριμένον ὡς τι ἰδίωμα ἐν αὐτῷ· κατὰ γὰρ τὸ ἀδιάκριτον ἦν διακεκριμένου διακεκριμένον, οὐκ ἂν οὔτε ὑποστὰν οὔτε ὀνομασθὲν διακεκριμένον, ὅσον ἀπὸ τῆς οἰκείας φύσεως, εἰ οἷόν τε εἰπεῖν, εἰ μὴ διεκρίθη ἀπ’ αὐτοῦ τὸ ὄντως διακεκριμένον. Οὕτως ἄρα οὐ κατά τι τῶν ἐν αὐτῷ γνωστὸν, ἀλλὰ κατὰ τὴν πρὸς τὸν νοῦν ἀντιπαραβολὴν ἐφάνη καὶ ὠνομάσθη. Ὁ γὰρ νοῦς ἑαυτὸν διακεκριμένον ἀπ’ ἐκείνου ἰδών, ἐκεῖνο ἐμβεβηκὼς Β ἢ τὸ φανὸν ἢ τὸ φ. προπομπεῦον, τοῦ ὄντος γιγνώσκοι ἀπορία δι’ ὅλον ἤτοι] ἢ τὸ ἢ τι. ὅλον ὁρατόν] ὁ ὁρεκτὸν ἢ δὲ ἀδιάκριτον ἐνεφάνη τὸ γνωστόν ἢ μὴ δὲ ἀδιάκριτον μεῖναν, τὴν ἀπ’ ἐκείνου ἔκβασιν διάκρισιν ὠνόμασεν, ἐν ἑαυτῷ μὲν τῷ ὄντι οὖσαν, ἐν ἐκείνῳ δὲ κατὰ τὸ ἀδιάκριτον καὶ κατὰ τὸ μὴ συνεκβεβηκóτι. Οὕτως ἄρα διότι προελθὼν ὁ νοῦς ἐγένετο γνωστικὸς ἐκείνου ἄφ’ οὗ προῆλθε, κατ’ αὐτὸ γε ὁ προῆλθε τὴν γνωστικὴν ἐπιστροφὴν προβαλλόμενος, ὡς εἴρηται πρότερον, ἐλῶν, οὐ ὠρέχθη διὰ γνώσεως, ἐποίησεν αὐτὸ γνωστὸν ὀνομάζεσθαι, μᾶλλον δὲ ἐνὸν αὐτῷ καὶ τὸ γνωστὸν ἐξέφηνεν, οὐ μὴν διωρισμένον· οὐδὲ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
