# De Principiis 1181-1183

Damascius, De Principiis, 1181 to 1183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1181
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1181

ἀντιδιαίρεσιν, ἢ πάλιν αὖ ἠνωμένον, πεπληθυσμένον, ἀπὸ διαμέτρου μὲν ταῦτα κατὰ τὴν τοῦ ἑνὸς καὶ τοῦ πλήθους ἀντίθεσιν, ἐν μέσῳ δὲ ἀμφοῖν ὁ τοῦ μὲν ἑνὸς ἔχάλασεν, ἢ τοῦ δὲ πλήθους ἔμφασις προεβάλετο. Αὕτη μὲν ἡ τριάς ἐν εἰκότι λόγῳ διήρηται, τὴν δὲ πρὸ ταύτης παρέσχετο μὲν καὶ τὰ αἰσθητὰ πᾶσι προκείμενα, ὧν τὰ μὲν εἶναι μόνον λέγομεν, τὰ δὲ καὶ ζῆν, τὰ δὲ καὶ γιγνώσκειν· παρέσχετο δὲ καὶ ὁ τοῦ ζῴου ὁρισμός, οὐσίαν τε καὶ γιγνώσκουσαν αὐτὸ ἀφοριζόμενος. Οὐκοῦν ζῶον μὲν ἐκ τῶν τριῶν, ἀφηρημένης δὲ τῆς γνώσεως οὐσία ζῶσα γίνεται μόνον, ἀπολειπομένης δὲ καὶ τῆς ζωῆς, οὐσία μόνον καθίσταται· ἐάσαντες δὲ τὰ πράγ- ματα, εἰ βούλει, τὰς ἡμετέρας ἐννοίας ἀναθρήσωμεν ὡς ἔχομεν περὶ τῶν εἶναί φαμεν, τὸ δὲ ζῆν, τὸ δὲ γιγνώσκειν. Τοῦτο μὲν οὖν πρὸς ἕτερον ἀποτείνεται, κατὰ γὰρ τὴν πρὸς τὸ γνωστὸν ὄρεξιν ὑφίσταται τὸ γιγνώσκειν, τὸ δὲ εἶναι καθ’ αὐτὸ καὶ ἑαυτοῦ καὶ μόνον αὐτὸ χωρὶς ἀπάσης διπλόης, τὸ δὲ ζῆν ἀτεχνῶς μέσον. Ἐπὶ μὲν γὰρ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸ καθ’ ὅσον ζῇ τὸ ζῶν, ἤδη δὲ πῶς ἐγειρόμενον ἀφ’ ἑαυτοῦ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
