# De Principiis 1196-1197

Damascius, De Principiis, 1196 to 1197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1196
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1196

ἂν κατὰ τὸ δικαιότερον. Οὐκοῦν πολλά ταῦτα ὁρᾶται ὄντα σαφῶς καὶ λέγεται ὑπὸ πάντων, ὅσα διέστη ἀπ’ ἀλλήλων καὶ καθ’ ἑαυτὸ γέγονεν ἕκαστον οἰκεῖα περιγραφῇ, τοῦτο μένον βουλόμενον ὅ ἐστι καὶ λέγεται, οἷα τὰ εἴδη φαμέν εἶναι σπουδάζειν. Λέγεται δὲ αὐ πολλά καὶ τὰ μέρη· οὐδὲ γὰρ πέφυκεν ἕν μέρος εἶναί τινος, ἀλλὰ δύο τοὐλάχιστον· πολλά οὖν καὶ τὰ μέρη· διαφέρει δὲ ὅτι οὐ καθ’ ἑαυτὰ βούλεται εἶναι, οὐδὲ ἑαυτῶν, ἀλλὰ πάντως ἀλλήλων τε καὶ τοῦ ὅλου κατὰ τὴν μίαν ἀλληλουχίαν ἐν τε τῷ ὅλῳ ὑφέστηκεν, ἀρξάμενα μὲν τῆς διακρίσεως κατὰ τὸν μερισμόν, οὐ διασλάντα δὲ ὅμως εἰς οἰκείας περιγραφάς, ἀλλ’ ἐπὶ τῇ πρὸς ἄλληλα καὶ τὸ ὅλον συννεύσει συνοσιαμένα, οἷα μάλιστα φαίνεται τὰ ὁμοιομερῆ λεγόμενα τῶν μερῶν.

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
