# De Principiis 1433-1434

Damascius, De Principiis, 1433 to 1434. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1433
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1433

καλὸν γὰρ ἀπὸ καλοῦ. Εἰ δὲ καὶ τὸ καλὸν ἀπὸ τοῦ ἀγαθοῦ, ἢ τὸ ἑτεροκίνητον αὐτὸ ἀπὸ τοῦ αὐτοκινήτου, τὸ ἀπὸ τοῦ ἀκινήτου πάλιν ὅδι ὄντος καὶ ὅδι μὴ ὄντος, κατ’ αἰτίαν μὲν ὄντος, καθ’ ὕπαρξιν δὲ μὴ ὄντος· ἐστὶ γὰρ φύσει τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν, καὶ τοῦτο προειλημμένον ἐν ἐκείνῳ, τρόπον δέ τινα ὅν ἂν προϊὼν φήνειεν ὁ λόγος. Ὁμοίως δὲ καὶ πάντα ἐν τῷ ἡνωμένῳ καὶ πάντα ἐν τῷ διακεκριμένῳ, καὶ ταῦτα ἀπ’ ἐκείνων πρόεισιν, ὄντα ἀπὸ ὄντων ὅδι ἑκάτερα καὶ μὴ ὄντα, ὅδι πάλιν ἑκάτερα καὶ παρηλλαγμένα, εἰ βούλει λέγειν, ὄντα ἀπὸ μὴ ὄντων, καὶ μὴ ὄντα ἀπὸ ὄντων· ἐνεργεία μὲν γὰρ ἐν πᾶσι πάντα, καὶ αὕ ἐνεργεία οὐδὲν οὐδαμοῦ, ὅδι μὲν οὐδέν,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
