# De Principiis 1471-1472

Damascius, De Principiis, 1471 to 1472. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1471
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1471

διὸ καὶ προῆλθεν εἰς πᾶσαν πρόοδον. Τρίτον δὲ ὁ ἀπλῶς νοῦς καθ’ ἕκαστον εἶδος τῶν ἐν ἑαυτῷ περιεχομένων ἀπογεννᾷ νοῦν πρῶτον, εἶτα ψυχὴν, εἶτα ζῷον, καὶ φύσιν τινὰ ἔνυλον εἰδοποιουμένην τῷ εἴδει ἐκείνῳ καθ’ ὃ προέσιν, ὡς ἂν τις εἴποι, τῷ μὲν καλῷ τὸν ἀφροδίσιον νοῦν, τῷ δὲ δικαίῳ τὸν τῆς Δίκης, τῷ δὲ ἀγαθῷ τὸν τοῦ ἀγαθοῦ δαίμονος, φέρε εἰπεῖν, κατὰ ἄλλο δὲ τῶν εἰδῶν ἄλλον νοῦν ἑστῶτα. Μήποτε γὰρ ὅλον τὸ βάθος μερίζεται καθ’ ὅλον τὸ πλάτος, ἐξαλλαττόμενον τῇ ἐπικρατείᾳ τῶν εἰδῶν ἑκάστου ἀεὶ τινος· ἔχειν δὲ καὶ τὸ πλάτος οἴεσθαι χρὴ βάθος τι ἴδιον, ὡς πρώτων ἐν αὐτῷ καὶ μέσων καὶ τελευταίων θεωρουμένων, οἷον τῶν γενῶν, εἶτα τῶν ἐκ τούτων ὀλιγωτέρων, εἶτα τῶν μερικωτέρων,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
