# De Principiis 1548-1549

Damascius, De Principiis, 1548 to 1549. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1548
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1548

πρόοδος, εἰ καὶ πόθῳ τῆς ἀρχαίας φύσεως καὶ αἱ πολλαὶ προελθοῦσαι οὐσίαι σπεύδουσι πρὸς τὴν ἀλλήλων ὁμογενῆ σύγκρασιν. Τὰ δὲ πολλὰ ἐκεῖνα πάντα πάντη ἦν ἀδιάφορα, καὶ ἄποια, καὶ διὰ τοῦτο πάντα ἠνωμένα, καὶ ὡς φύσις εὔπορος μία, οὕτω πολλὰ λεγομένη. Διὸ καὶ ἄπειρον πλῆθος ἐκεῖνα· οὐδὲν γὰρ ἐν αὐτῷ πέρας οὔτε τοσόνδε· ἀνάριθμον γὰρ καὶ ἄποσον· οὔτε τὸ τοιόνδε· ἀδιάφορον γὰρ καὶ ἄποιον· οὐδὲ ὅλως διεκρίθη ἐκεῖ ποσὸν καὶ ποιόν· ἡνωμένη γὰρ ἡ ἁπλότης ἐκείνη, ἥγε οὐδὲ σχίσιν ἑνὸς καὶ ὄντος ὑπέμεινεν. Ὅθεν ἐν δίκῃ τις ἂν ὑπονοήσειεν ἐκεῖνο τὸ πλῆθος εἴσω μένειν ἐν τῷ νοητῷ καὶ οὐδαμῆ προῖέναι δαμῆ προϊέναι εἰς τὴν τοῦ ἔξω πλήθους ὑπόστασιν. Οἰκεῖα μὲν οὖν πρόοδος οὐκ ἂν εἴη ἐκείνου· ἐπειδή δὲ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
