# De Principiis 1622-1625

Damascius, De Principiis, 1622 to 1625. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1622
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1622

ὅλῃ καὶ μονοειδεῖ· ἀλλὰ τὰ μέρη ἐκείνης θεῖά ἐστι πάντα καὶ παντελοῦς μέρη φύσεως, ὥστε ἐν μέρει παντελεῖ καὶ αὐτά· ὀλίγον γὰρ ἕκαστον καὶ τῷ ὄντι κοσμικόν· οὐ γὰρ δὴ ἔμψυχον τοιαύτας ἀποδίδωσιν ἐνεργείας, οὐδὲ τοιοῦτον τὴν φύσιν ἔστιν, ἀλλὰ τὸ μὲν θεῖον, τὸ δὲ δαιμόνιον, τὸ δὲ ἀνθρώπειον, καὶ τὸ μὲν Πυθαγόρου ἔμψυχον, τὸ δὲ Κύλωνος, καὶ τὸ μὲν Πλάτωνος, εἰ τύχοι, τὸ δὲ Κλέωνος. Ἀνάγκη ἄρα καὶ τὰς κυρίως αὐτοκινήτους ψυχὰς ἄλλας εἶναι καὶ ἄλλας τοῖς αὐτοῖς εἴδεσι, καὶ ἐτι μειζόνως διαφερούσας καὶ τὰ φαινόμενα αὐτοκίνητα· πολλαὶ ἄρα αἱ ψυχαὶ μετὰ τὴν μίαν καὶ ὅλην, ἀλλ’ ἴσως οὐ συντεταγμέναι τοῖς ἐμφύχοις, χωρισταὶ δὲ ἐφ’ ἑαυτῶν οὖσαι, καὶ πόρρωθεν ἐλλάμπουσαι τὰς ἐμψυχίας, καθ’ ὅς ἔμψυχα τὰ σώματα γίνεται. Ἄλλ’ εἰ καὶ ἀληθὲς ὑποθοῖτό τις εἶναι τὸ λεγόμενον, Κύ ἀνθρώπινον ε ἀνῶπεινον. τῆς τε. ἐκ μὲν τοῦ ἑτεροκινήτου δείκνυται οὐ μόνον τὸ αὐτοκίνητον ἀεικίνητον, ἀλλὰ καὶ τὸ ἀεικίν. αὐτοκίν., κ. τ. λ. Εἴδη σαφὲς ες σαφῶς Β. ἀληθινῶς καὶ αἱ ψυχαὶ Ἀλλ’ ἴσως πολλαὶ ψυχαὶ «Κύλων Κροτωνιάτης Πυθαγόρα ἐφιλοεἶκει.» Κύκλων Κύλων καὶ τὰ φ.] ἢ τὰ φαινόμενα Ε. γίνονται οὐδὲν ἂν εἴη πρὸς γε τὸ παρόν· ὅτι γὰρ ἕκαστον ἔμψυχον οἰκείαν ἔχει ψυχήν, τὴν τὸ φαινόμενον αὐτοκίνητον αὐτῷ χορηγοῦσαν διάφορον, τοῦτο ἠβούλετο δεικνύναι ὁ λόγος, εἴτε πώρρωθεν, εἴτε ἔγγυθεν εἴτε ὅπη καὶ ὅπως τοῦτο διαπράττοιτο· ἔπειτα ἄλλαι μὲν εἰσιν αἱ τοῦ ἐμψύχου ἐνέργειαι ἀχώριστοι καὶ ζωώδεις, ἄλλαι δὲ αἱ τῆς ψυχῆς αὐτῆς ἢ μαχομένης τῷ ἐμψύχῳ,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
