# De Principiis 1656-1657

Damascius, De Principiis, 1656 to 1657. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1656
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1656

μετεχόμενα, οὕτω καὶ ἀμέθεκτα πολλὰ ἀναγκαῖον εἶναι. Ἑκάστη γὰρ μεθεκτὴ ἰδιότης οἰκείαν ἔχει διακάθαρσιν ἐν τῷ οἰκείῳ ἀληθέστερον καὶ πάντη τοιοῦτον οἷον βούλεται εἶναι τὸ ἀληθινὸν ἀπὸ τοῦ φαινομένου λαμβανόμενον. Εἰ δὲ μή, ἀπὸ παντὸς φαινομένου ἡ ἀνάβασις ἐπὶ τὸ ἀμέθεκτον πάντως· οὐ γὰρ δὴ ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς ἐπὶ τὴν ἀμέθεκτον ἥξομεν ψυχήν, ὡς εἶναι Πλάτωνος, εἰ τύχοι, ψυχὴν καὶ ὑπερκόσμιον καὶ ἀμέθεκτον, οὐδὲ ἀπὸ τοῦ δαιμονίου νοῦ ἐπὶ τὸν ἀμέθεκτον νοῦν. Πᾶς γὰρ δαίμων ἐγκόσμιος, ὥστε οὐδὲ ψυχὴν ὑπερκόσμιον θησόμεθα κατὰ δαίμονα ἕκαστον· οὐδὲ γὰρ ὡς Θεὸς ἐγκόσμιος εἴη ἂν πρότερον ὑπερκόσμιος, οὐδὲ ὡς ὑπερκόσμιος ἤδη καὶ νοερὸς προὔφεσινεν· οὐδὲ γὰρ ὁ νοερὸς καὶ νοητὸς εἴη ἂν· ἢ οὕτω γε πάντα ποιήσομεν πανταχοῦ διωρισμένα, καὶ εὐθὺς

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
