# De Principiis 168-171

Damascius, De Principiis, 168 to 171. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/168
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/168

τὸ ου δικαιότατον τιθέμενος τιθεμένου Β ἀδιάστροφον γὰρ κατὰ τὰς ἁπάντων τὰς πρὸς αὐτῆς θεωρητὸν συνίστανται ποίου σώματος διαφοραὶ ἤδη Β τί τῆς οὐσίας Θαυμαστή ποιὸν μὲν τὸ λέγω τὸ εἶδος), καὶ ἄνθρωπος καὶ τῶν ἄλλων ἕκαστον, καθὸ ποιὸν σῶμα ἕκαστόν ἐστι, καὶ τὰ ἑκάστου στοιχεῖα, οἷον πυρὸς ἡ θερμότης καὶ λαμπρότης, καὶ ἀνθρώπου τὸ ζῆν καὶ λογικόν, τὴν μορφήν, ὥσπερ ἔχει τὸ ὄρθιόν τε καὶ διηρθρωμένον ἐφ’ ἑκάστου τε τὰ ἕκαστου πληρώματα τῆς οὐσίας, οἷς ἅμα τὸ ὅλον εἶδος ἐποίησε τὸ δεύτερον ὑποκείμενον εἰδοποιῶ ν. ποιότητι, τῇ ἀπλῶς λεγομένῃ πρὸς τὸ ἄποιον σῶμα τὸ δὲ ἔστιν, ποιὸν ἐπεισοδιῶδες καὶ συμβεβηκός, ὅπερ ἐν ἄλλῳ κατ’ οὐσίαν ὂν, ἄλλῳ προσγίγνεται κατὰ συμβεβηκός, καὶ πάντως ὅτι πεποιημένῳ κατ’ οὐσίαν προσγίγνεται τῷ σώματι, ὥστε ἀναγκαίως χεῖρον ἔσται τοῦτο τῆς ὑποδεχομένης οὐσίας, ἤδη οὔσης εἰδητικῆς τε καὶ προηγουμένης. Ὅτι δὲ τὸ ἄποιον σῶμα πρώτη ποιοῦται τῇ οὐσιώδει ποιότητι, δῆλον τῶν γὰρ συμβεβηκότων ἐπιγιγνομένων, ἕκαστα ἕκασια μένει τὰ εἴδη, κατέχοντα τὴν ὑποκειμένην τοῦ σώματος Ρ. ἕδραν, περὶ ἣ μένοντα ἢ μεταβολὴ θεωρεῖται τῶν συμβεβηκότων. Εἰκότως ἄρα πρὸ τοῦ ἀποίου σώματος τὸ πεποιημένον τιθέμεθα, καὶ διὰ τοῦτο ὂν αἰσθητὸν ἤδη καὶ ὁ φαινόμενος ὧδε κόσμος. Ἄλλ’ ἐπεὶ τῶν τοιούτων δὲ σωμάτων τὰ μὲν ἔνδοθεν ἔχει τὸ διοικοῦν, τὰ δὲ ἔξωθεν, ὥσπερ τὰ τεχνητά, δεῖ καὶ τὴν φύσιν προσεννοεῖν ὡς τι κρεῖττον οὖσαν τῶν ποιοτήτων, ἐν αἰτίας τάξει προτεταγμένον, ὡς τὴν τέχνην τῶν τεχνητῶν. Ἀλλὰ καὶ τῶν ἔνδοθεν διοικουμένων τὰ μὲν εἶναι μόνον

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
