# De Principiis 1765-1766

Damascius, De Principiis, 1765 to 1766. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1765
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1765

οὕτω μᾶλλον; ἢ πρῶτον μὲν ὅλη ἐξηγεῖται ἀεὶ τῆς δευτέρας ὅλης ἢ προτέρα τριάς. Διεσκορπισμένον ἄρα ἔστι τὸ ἀμέθεκτον πλῆθος, ἀλλ’ οὐ συνεχὲς ἑαυτῷ καθάπερ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ ἂν εὕροιμεν ψυχὴν μεθεκτῶν ἐν τῷ μέσῳ τῶν ἀμεθέκτων, οἷον ἐγκόσμιον μεταξὺ τῶν ὑπερκοσμίων, οὐδὲ νοῦν μεθεκτὸν ἐν μέσῳ τῶν ἀμεθέκτων, οἷον ὑπερκοσμίου ἐν τοῖς νοεροῖς. Πῶς οὖν μετὰ τὴν τρίτην ἑνάδα μεθεκτὴν οὖσαν τῆς πρώτης τριάδος ἢ πρώτη ἑνὰς τῆς δευτέρας τετάζεται; ὅλη γὰρ μετὰ ὅλην, ἢ δευτέρα μετὰ τὴν πρώτην, καὶ δὴ καὶ ἢ τρίτη μετὰ τὴν δευτέραν. Ἔπειτα συνδιασπασθήσεται καὶ τὸ οὐσιῶδες νοητὸν καὶ οὐκ ἔστι ὅλον πρὸς ὅλον αὐτὸ πρὸς ἑαυτὸ συννενευκὸς τε καὶ ἡνωμένον, εἴπερ οὐδὲ τὰς ἐπομένας ἑνάδας ἀλλήλαις ὁμοῦ τάξομεν, ἀλλὰ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
