# De Principiis 1814-1815

Damascius, De Principiis, 1814 to 1815. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1814
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1814

ἐμφαίνουσα κατὰ] καὶ τὸ ἄκρον αὐτοῦ τοῦ διακρινομένου, ἥκιστα δὲ ὅμως διακρινομένου, διὸ μάλιστα τὴν οὐσίας φύσιν προφαίνουσαν· τὸ δὲ μέσον, ἀκμάζον τῷ διακρινομένῳ, ἡ κυρίως καὶ μόνως ἐστί ζωή, οὔτε τῷ ἀδιακρίτῳ κρατουμένη, οὔτε τῷ διακρινομένῳ, ἀλλὰ μόνον οὖσα τὸ διακρινόμενον ἄκρατον. Ἐν δὲ τῷ διακεκριμένῳ πάλιν ἐν μὲν τῇ ἀρχῇ ἀδιάκριτον ἐμφαίνεται ὡς, διόπερ ἡ νοερὰ οὐσία αὐτὴ ἐστίν· ἐν δὲ τῇ μεσότητι τὸ διακρινόμενον, διόπερ ἡ νοερὰ ζωὴ πέφυκεν ἐνταῦθα· ἐν δὲ τῇ ἀποπερατώσει τὸ διακρινόμενον, ὅπου ἀκμάζει ὁ νοερὸς νοῦς, καὶ διὰ τοῦτο σύμμετρος ἐγένετο πρὸς τὴν τῆς ὕλης διακόσμησιν. Τούτων δὲ πολλάκις οὕτω διωρισμένων, εἰ γε ἀπαιτοῖ ὁ ἀπορῶν ζωὴν ἀδιά-κριτον, ἐλοῦν ἐλούων ἀπὸ τοῦ ὄντος τὸ ἕν, καὶ νοῦν εἶναι τοιοῦτον,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
