# De Principiis 1968-1969

Damascius, De Principiis, 1968 to 1969. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/1968
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/1968

Ἀκουσίλαος δὲ Χάος μὲν ὑποτίθεσθαί μοι δοκεῖ τὴν πρώτην ἀρχήν, ὡς το πάντη ἄγνωστον, τὰς δὲ δύο μετὰ τὴν μίαν, Ἔρεβος μὲν τὴν ἄρρενα, τὴν δὲ Θήλειαν Νύκτα, ταύτην μὲν ἀντὶ ἀπειρίας, ἐκείνην δὲ ἀντὶ τέρατος· ἐκ δὲ τούτων φησὶ μιχθέντων Αἰθέρα γενέσθαι καὶ Ἔρωτα καὶ Μῆτιν, τὰς τρεῖς ταύτας νοητὰς ὑποσλάσεις, τὴν μὲν ἄκραν Αἰθέρα ῥοιῶν, τὴν δὲ μέσην Ἔρωτα κατὰ τὴν φυσικὴν μεσότητα τοῦ Ἔρωτος, τὴν δὲ τρίτην Μῆτιν, κατ’ αὐτὸν ἤδη τὸν πολυτίμητον νοῦν. Παράγει δὲ ἐπὶ τούτοις ἐκ τῶν αὐτῶν καὶ ἄλλων Θεῶν πολὺν ἀριθμὸν κατὰ τὴν Εὐδήμου ἱστορίαν. Τὸν δὲ Ἐπιμενίδην δύο πρῶτας ἀρχὰς ὑποθέσθαι, Ἀέρα καὶ Νύκτα, δηλονότι σιγῇ τιμήσαντα τὴν μίαν πρὸ τῶν δυεῖν, ἐξ ὧν γεννηθῆναι Τάρταρον οἴμαι τὴν τρίτην

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
