# De Principiis 198-199

Damascius, De Principiis, 198 to 199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/198
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/198

καὶ καθ’ ὅ, δῆλον ἂν εἴη ῥᾳδίως· διτλὴ γὰρ ἡ κίνησις, ἡ μὲν ἐγγενομένη τῷ κινουμένῳ, πάθος αὐτοῦ γενομένη, ἡ δὲ ἔξω οὖσα καὶ ἐκείνην ἐνδιδούσα· κινεῖται τοίνυν ὑπὸ ταύτης μέν, κατ’ ἐκείνην δέ· εἰ γὰρ καὶ ὑπὸ ταύτης, ἐνδώσει τινὰ καὶ αὐτὴ κίνησιν ἄφ’ ἑαυτῆς, τῷ κινουμένῳ γε ὑφ’ ἑαυτῆς· ἐκείνη ἄρα ἐστὶ τὸ πάθος καὶ ἡ καθ’ ἣν κινεῖται τὸ κινούμενον καὶ ἐπ’ ἄπειρον ἥξομεν. Ὁμοίως δὲ καὶ ἐπὶ ζωῆς ἀληθὴς ὁ λόγος ἐξεταζόμενος· ἡ μὲν γὰρ ζωοποιεῖ, καὶ ζωὴν ἐνδίδωσι τῷ ὑφ’ ἑαυτῆς ζῳουμένῳ, ἡ δὲ ἐστὶ καθ’ ἣν ζῇ τὸ ζωωθὲν ὑπ’ ἐκείνης· εἰ γὰρ καὶ αὐτὴ ζωοποιεῖ, καὶ αὐτὴ δώσει ζωὴν ἑτέραν· καὶ τοῦτο ἐπ’ ἄπειρον. Οὕτω δὴ καὶ τὸ τῆς αὐτοκινήσεως εἶδος,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
