# De Principiis 239-240

Damascius, De Principiis, 239 to 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/239
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/239

καὶ συνέχουσαν. Ἔχει ἄρα καὶ τὴν ἄλογον ψυχήν, οὐ τὴν αἰσθητικὴν μόνην, ὡς φασιν, ἀλλὰ καὶ τὴν εἴσω κρατοῦσαν τὰ αἰσθητὰ οὐρανίαν καὶ θεοπρεπῆ φαντασίαν ἀεὶ τεταγμένην, ἀλλὰ καὶ τὴν ὀρεκτικὴν, ἄλλον τρόπον οὖσαν ἐκεῖ θυμοειδῆ καὶ ἐπιθυμητικὴν, ταύτην μὲν ἀπαθοῦσαν ἐπὶ τῇ θείᾳ ῥασίῳνῃ καὶ εὐφρόσυνον ἀεὶ τοῦ ζῴου κατάστασιν, ἐκείνην δὲ χαίρουσαν ἐπὶ τῷ τελείῳ καὶ σμικρῷ τῆς κατὰ φύσιν τῷ κοσμικῷ ζῴῳ προσηκούσης ὑπεροχῆς. Ἀλλὰ μὴν εἰ λογικὸν ζῷον ὁ ἄνθρωπος, καὶ ψυχῆς λογιζομένης ἐξηρτημένον, πάντως ἐτι καὶ ὁ κόσμος τοιοῦτον· πολλῷ μειζόνως ἔχει ἄρα καὶ τὴν αὐτοκίνητον προεστώσαν αἰτίαν ὄντας. Οὐ μόνον ἄρα φυσικὴν, ἀλλὰ καὶ προαιρετικὴν ποιεῖται τὴν κύκλῳ κίνησιν, καὶ δῆλον ὡς ἀεὶ τεταγμένην καὶ οὐδέποτε τοῦ οἰκείου τέλους ἀποτυγχάνουσαν· τοῦτο γὰρ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
