# De Principiis 258-259

Damascius, De Principiis, 258 to 259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/258
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/258

ἕνα] ἕν Ε. αὐτὸ τὸ ἕν πάντων περιληπλικώτατον. ἡ ἕν τὰ πολλὰ περιεῖληφεν. Πρὸς δὲ τούτοις ἀνάγκη πᾶν ὁτιοῦν προτιθέμενον εἰς ἔννοιαν ἢ μόνον εἶναι πολλὰ ἀμέτοχα τοῦ ἑνός· οὕτω δὲ οὐ σῆψεται ἀπειρούμενα, οὕτω δὲ οὐδ’ ἐννοήσομεν αὐτῶν οὐδ’ ὁτιοῦν, ἢ μετέχοντα πολλὰ τοῦ ἑνός· καὶ ἅμα τῷ γνωρισμῷ τῶν πολλῶν, γνωσθήσεται πως καὶ τὸ ἕν, ὅπερ καὶ ἐσῆψε τὴν τῶν πολλῶν ἐπ’ ἄπειρον χύσιν· ἢ αὐτὸ μένον ἐν προτίθεσθαι, χωριζόμενον τῆς τῶν πολλῶν ἐννοίας, ὡς οἷόν τε· εἰ γὰρ καὶ μὴ ῥάδιον τελῶς ἀποσῆψαι τοῦ πλήθους, ἀναγόμεθα μᾶλλον πρὸς τὸ ἕν καὶ ἀποκαθαίρομεν ὁμῶς πρὸς αὐτὸ τὴν ἡμετέραν ἔννοιαν. Ἐπὶ τοίνυν τὸ γινώσκειν ἢ κατ’ ἐπιβολὴν γίνεται, [ἢ κατὰ συλλογισμὸν,] ἢ ἐστὶ μαλθακὴ τις καὶ ἀμυδρὰ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
