# De Principiis 290-292

Damascius, De Principiis, 290 to 292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/290
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/290

εἰ γε ἐν τῷ συναμφοτέρῳ τὸ καθ' ὕπαρξιν. Ἔτι τοίνυν εἰ τὸ ἐν ἐκεῖνο πάντα ἐστὶ καὶ πᾶν, ὡς Λίνος τε καὶ Πυθαγόρας ἐλεγέτην, τόδε πάντα εἶναι οὐκ ἐστὶ τόδε τι εἶναι, τόδε γνωστόν εἶναι, τόδε τί ἐστὶν εἶναι, δῆλον τὸ συμβαῖνον, ὅτι τὸ πάντα ὅν οὐκ ἐστὶ γνωστόν. Ἔτι τὸ γνωστόν ἐφετόν ἐστι τοῦ γνωστικοῦ· ἢ ἄρα γνώσις ἐπιστροφή ἐστι τοῦ γνωστικοῦ πρὸς τὸ γνωστόν· πᾶσα δὲ ἐπιστροφὴ συναφὴ ἐστι· συνἀπλει άπλει δὲ τὸ αἰτιατὸν τῷ αἰτίῳ ἢ κατὰ γνῶσιν, ἢ κατὰ ζωήν, ἢ κατὰ τὸ εἶναι αὐτό. Πρὸ τῆς μὲν ἄρα κατὰ γνῶσιν ἐπιστροφῆς ἢ κατὰ ζωήν, πρὸ δὲ ταύτης ἢ κατ' οὐσίαν, πρὸ δὲ τῶν οὕτω διηρημένων ἐστὶν ἢ ἀπλῶς ἐπιστροφὴ τε καὶ συναφή. Καὶ ἢ ταὐτὸν οὔσα τῇ ἀπλῶς γνώσει, ἢ τόγε ἀληθέστερον, καὶ πρὸ ταύτης ἢ ἕνωσις. Ἐπειδή καὶ τὸ ἐν πρὸ τε νοῦ καὶ ζωῆς καὶ οὐσίας (καὶ τῆς ἑνιαίας φημί), ἐκάστης ἐπέκεινα ἄρα γνώσεως ἢ ἕνωσις· τὸ ἄρα πρὸς τὸ ἐν ἐπιστρεφόμενον οὔτε ὡς γνωστικὸν οὔτε ὡς πρὸς γνωστόν ἐπιστρέφεται, ἀλλ' ὡς ἐν πρὸς ἐν δι' ἑνώσεως, ἀλλ' οὐ διὰ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
