# De Principiis 343-345

Damascius, De Principiis, 343 to 345. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/343
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/343

τούτων ἐστί, ὅταν ἕκαστα τούτων διακρίνωμεν, ἐπιστήσομεν· νῦν δὲ ἐκεῖνο περὶ τοῦ τοιούτου ἐνὸς ἐπισφραγιζόμενοι λέγομεν ὅτι ὃ μὲν λέγομεν οὐκ ἐστὶν οὐδὲ γινώσκομεν ὡς ἐν καὶ ὡς πάντα ὁμοῦ, ὃ δὲ ἀπὸ τούτων ὠδίνομεν (ὠδῖνα φημι γνωστικὴν) τοῦτό ἐστι· μέχρι γὰρ ὠδῖνος ἡ γνῶσις αὐτοῦ προεληλύθεν, εἰς δὲ τόκον ἐκβαίνειν πειρωμένη καὶ διάρθρωσιν ἀποπίπτει ἐκείνου εἰς τοὺς τόκους αὐτοῦ, καὶ τοῦτό ἐστὶν ὅπερ ὁ φιλόσοφος Πρόκλος ἐν τῷ μονοβίβλῳ ἀπόρρητον ἀξίωμα κέκληκε, τὸ κατὰ τὴν ὠδίνουσαν ἐκεῖνο γινῶσιν, ὡς ῥητὸν ἀξίωμα τὸ κατὰ τὴν ἤδη διηρθρωμένην. Τοῦτο δὲ αἴτιον καὶ τῆς ἐπαμφοτεριζούσης ἀεὶ περὶ αὐτοῦ δοκιμασίας καὶ κρίσεως, πότε μὲν ὡς γνωστοῦ, πότε δὲ ὡς ἀγνωστοῦ ὄντος αὐτοῦ· πῶς μὲν γὰρ τοῦτο, πῶς δὲ ἐκεῖνο, καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων ἐν Ἐπιστολαῖς τὸ ποιόν, καὶ τὸ τί ἀφαιρεῖ αὐτοῦ καὶ τοῦτο τῶν κακῶν αἰτιᾶται πάντων τὸν τοῦ ἰδίου μερισμόν, κατὰ τὸ ποιὸν καὶ τὸ τί· τῷ γὰρ ὄντι τοῦτο τιτανικὸν πάσχομεν, καὶ ὅμως τοῦτο τὸ πᾶθος ἐπὶ τὸ πάντων ἁγιώτατον καὶ παντὸς ὅλου ἀμερέστατον ἀνάγειν ἐπιχειροῦμεν. διορθωμένην τὸ ποῖον καὶ τί τὸ ἐκείνου

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
