# De Principiis 401-402

Damascius, De Principiis, 401 to 402. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/401
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/401

ὅλων, καὶ τῶν ζυγῶν καὶ τῶν ἀιδίων, καὶ τῶν στερεῶν καὶ τῶν εἰδητικῶν· οὐ πολλὰ μόνον, ἀλλὰ καὶ ἐν πρὸ τῶν πολλῶν, πρὸ τοῦ μερισμοῦ τὸ ἀμέριστον, πρὸ τοῦ διακεκριμένου τὸ ἡνωμένον. Ὅπερ δὲ τὰ πάντα ἑκάστου, τοῦτο πρὸ πάντων τὸ συναίρεμα πάντων, ὃ δὴ ἡνωμένον φαμέν, ὃ δὴ ὅν ὀνομάζομεν, καὶ πρὸ τοῦ ἡνωμένου δηλοῦντι τὸ ἐν πάντα ἑκάστου κατὰ τὸ ἐν ἰσλάμενον, ὡς τὸ ὅν πάντα κατὰ τὸ ἡνωμένον, ὡς πάντα ἐν διορισμῷ κατὰ τὸ διακεκριμένον. Ἔστιν ἄρα ἐν παντὶ ἑκάστῳ τὸ ἀναλογοῦν τῷ πρὸ πάντων, καὶ αὕτη ἐστὶν ἡ ἐκείνου πρόοδος εἰς πάντα, ἢ κατὰ τὸ ἐν ἑκασταχοῦ προϋπάρχουσα παντελὴς ὑπόστασις, μᾶλλον δὲ ῥίζα τῆς ὑποστάσεως ἑκάστης. Ἄλλ’ εἰ προτοῖ, πάλιν αὖ πότερον πρόεισι τι

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
