# De Principiis 417-418

Damascius, De Principiis, 417 to 418. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/417
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/417

ὕλη τῶν ὅλων] τῶν ὄντων ἐλητα βλητα ἢ ᾗ τοῦτο οὐκ ἔστιν ἴδιος ἑκάστου ἡ μέθεξις, οἷον τοῦδε τοῦ καλάμου τοῦ ταῦτα γράφοντος, καὶ τοῦδε τοῦ χάρτου τοῦ ταῦτα γεγραμμένου· ἀλλὰ προσήκει καὶ οἰκεῖον τινὸς ἀγαθοῦ, εἴπερ μὴ ἀδιάφορα προῆλθεν ἀπὸ τῆς ἀρχῆς ἔπειτα αὐτὸ τὸ φθαρτὸν ἢ φθαρτὸν πότερον μετέχει ἐκείνου, ἢ οὐ μετέχει; εἰ μὲν γὰρ τοῦτο, οὐκ ἂν εἴη τούτου γε αἴτιον εἰ δὲ ἐκεῖνο, φθαρτὸν ἔσται καὶ τὸ διδόμενον τὸ δὲ αὐτὸ καὶ περὶ τοῦ ἀφθάρτου συλλογί ἂν ἄν τις. Ἄλλ’ ἴσως τῶν ἀϊδίων μόνον ἔστιν ἡ μέθεξις, οἷον τῶν ὅλων; ἢ πρῶτον μέν, ὡς εἴρηται, οὐδὲ τὸ ἀίδιον ἐκείνῳ τι προσήκει ἔπειτά τις ἡ ἀποκλήρωσις, ἔνια μὲν τῶν ἀπ’ αὐτοῦ μετέχειν, ἔνια δὲ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
