# De Principiis 447-449

Damascius, De Principiis, 447 to 449. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/447
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/447

μεθέξεως τοῦ πρωτίστου ἑνός. λέγομεν σωτῆρα τρίτον σωτῆρι τὸ τρίτον τῷ σωτῆρι ἐπὶ τῶν τελείως τι αὐτὴ ἡ αὕτη οὐδὲ τῶν ἐπὶ ᾧ διωρίσθη οὐκ καὶ οὗ ἑαυτῷ διαφόρου ἀδιαφόρου αὑτῆς οὔτε τῶν δεξαμένων ἐκείνων ε οὔτε ἐν πᾶσιν, οὔτε πρὸ πάντων, καὶ ταῦτα γὰρ διορισμοί τινες· τὸ δὲ ἔστιν ἀπλοῦν καὶ ἀδιόριστον καὶ αὐτὸ τοῦτο πάντα ἐν· οὐ γὰρ ἔχομεν αὐτὸ ὀνομάζειν μονοειδῶς, ὅτι καὶ τὸ ἐν ἄλλο παρὰ πάντα, καὶ τὰ πάντα ἄλλα παρὰ τὸ ἐν. Περὶ ἐκεῖνο τοίνυν καὶ μετ’ ἐκεῖνο τὰ ἄλλα ποιεῖται τοὺς παντοίους διορισμοὺς ἐν ταῖς ἀπ’ αὐτοῦ πολλοσλαῖς αἰτίαις· αὐτὸ ἄρα οὔτε μετεχόμενον ἔστιν, ἐσλιν, οὔτε ἀμέθεκτον· ἀλλὰ τρόπον ἄλλον τὸν πρὸ ἀμφοῖν ἔστι τε καὶ τὰ ἄλλα σῴζει καὶ τελειοῖ καὶ παράγει ὁμοῦ πάντα κατὰ τὸ ἐν ἑαυτοῦ πάντοποιὸν ὅπερ οὔτε παρακτικὸν κλητέον, οὔτε τελειωτικόν, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν· ἐν διορισμῷ γὰρ καὶ ταῦτα· τὸ δὲ ἔστι πάμφορον μέν, κατὰ μίαν δὲ φύσιν· πάντα οὖν αὐτοῦ ἀπηώρηται, καὶ ταύτῃ αὐτοῦ ἀπολαύει, ἐχόμενα ὑπ’ αὐτοῦ. Οὐδὲν οὖν ἀπ’ αὐτοῦ τοιοῦτον οἷον αὐτό· οὐδαμῶς, οὐδὲ γὰρ οἷόν τε

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
