# De Principiis 469-470

Damascius, De Principiis, 469 to 470. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/469
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/469

ἀλλὰ κατὰ ἔλλειψιν, τί κωλύει καὶ τὸ παράδειγμα εἰκέναι τῇ εἰκόνι, ἀλλὰ καθ' ὑπεροχὴν; Ρ. Εἰ δὲ ὅτι ἡ εἰκὼν ὁμοιοῦται τῷ παραδείγματι καὶ ταύτῃ ὁμοία, καὶ τὸ παράδειγμα ὁμοιοῖ τὴν εἰκόνα πρὸς ἑαυτό, καὶ ταύτῃ ὁμοιον. Ἀλλὰ ταῦτα μὲν ἄλλης ἂν εἴη λόγων ἀρμονίας. Οὐ μέντοι οὐδὲ τὸ εἶδος ἕτερον τῆς ὕλης, ὅτι μὴ ἑτέρα, ἀλλὰ μόνον οὐχ ὕλη· καὶ γὰρ ἡ ἑτερότης διακριτικὴ ἐστί· τῆς ταυτότητος, οὐδὲ ἑτερότης· εἶδος δὲ καὶ ὕλη οὐδαμῇ ταυτόν· οὐ γὰρ ἂν εἴη ταὐτὸν ἡ ὕλη, οὐδὲ ἄρα ἑτερότης ἐν τοῖς πρὸς ἄλληλα. Κεχωρίσθαι δὲ φατέον ὕλην καὶ εἶδος ἀπ' ἀλλήλων· τὸ δὲ κεχωρισμένον ἀντιστρέφει πρὸς τὸ κεχωρισμένον, ὥστε καὶ τὰ πάντα ἀπὸ τῆς μιᾶς φύσεως ἐκείνης κεχώρισται κεχωρισμένης. Διώρισται ἄρα

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
