# De Principiis 498-501

Damascius, De Principiis, 498 to 501. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/498
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/498

μόνην καὶ κάλλος] καὶ ἥρτηται] εἴρηται ἀληθητόζων ὁμοῦ τὸ νοούμενον καὶ τὸ νοοῦν τὸν νοοῦν ἐννάδων..... ἐννάδες καθ’ ὅ. ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν] αὐτῆς ὑστέρον] οὐδὲ πρὸ πάντων τῆς ἐκείνη Βε καὶ κλάδους ὡμολογήκαμεν, ἀδιόριστον ἐν πάντα πρὸ πάντων ὁμολογήσαντες· ἡ δὲ ῥίζα διώρισται πρὸς τοὺς κλάδους, καὶ ἡ κορυφὴ πρὸς τὸ ἄλλο πᾶν. Οὐκ ἄρα ἡ ἐκεῖθεν ἔλλαμψις ἦν ἄρα τὸ πρὸ πάντων ἐν, ἑκάσῳ τῶν πεπληθυσμένων ἑνοειδὲς ἑνί, τοῦτό γε τῇ κατατάξει πεπληθυσμένον εἴη ἂν τινα τρόπον, καὶ διωρισμένον ὡς ἀπὸ τοῦ ἐλλάμποντος. Ἀλλὰ μὴν οὐχ ὅτι ταύτη οὐ μετέχει τὰ ἄλλα αὐτοῦ, διὰ τοῦτο οὐδαμῇ ἂν μετέχοι, καὶ διωρισμένον ἐκεῖνο θησόμεθα τῶν πάντων· ἀνάγκη γὰρ ἀναίνεσθαι καὶ τὰς δευτέρας ἀπορίας, πρὸς μὲν τὸν συνήθη τοῖς ἄλλοις τρόπον τῆς μετοχῆς μαχομένας, ἀπλῶς δὲ οὐ καλῶς ἐχούσας. Ἔστω γάρ, ὡς ὑποσιλάσεως αὐτοῦ ἰδιοτρόπως ὑπόνοια, οὕτω καὶ προόδου, οὔτε κατὰ ἕνωσιν, οὔτε κατὰ τὴν διάκρισιν, οὔτε ὁμοειδοῦς, οὔτε ἀνομοειδοῦς, ἀλλὰ πρὸ ἀμφοῖν· καὶ περὶ τῆς μεθέξεως, οὔτε κατὰ παρουσίαν αὐτοῦ γινομένης, οὐδὲ κατὰ ἔλλαμψιν τὴν ἀπ’ αὐτοῦ χωριζομένην, ἀλλὰ πρὸ ἀμφοῖν. Οὐ τοίνυν ἀρμόσει λέγειν ὅτι κοινὸν ἢ ἴδιον τὸ διδόμενον· καὶ τοῦτο γὰρ ἐπέκεινα τοῖν δυεῖν· οὐδὲ γε μὴν διδόμενον, οὐδὲ αὐ μὴ διδόμενον, ἀντίκειται γὰρ ὡς καὶ ταῦτα, τὸ δὲ πάσης ἀντιθέσεως ἐπἐκεινα καὶ τῆς ἀντιφατικῆς, πολλῷ ἄρα μειζόνως καὶ τῆς ἄλλης ἀπάσης, ὥστε οὔτε φθαρτόν, οὐδὲ ἄφθαρτον, ἀλλὰ πρὸ τούτων ἄξιον κεκλῆσθαι, εἴπερ ἦν ἰδιώνυμός τις αὐτοῦ προσηγορία. Πῶς δ’ ἂν

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
