# De Principiis 530-531

Damascius, De Principiis, 530 to 531. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/530
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/530

πάντα ἄρρητον, ὡς ἐλέγομεν, δῆλον τὸ συμβαῖνον. Ἔτι γὰρ εἰ τὸ ἐν πάντα δευτέρα ἀρχὴ μετὰ τὴν ἀπόρρητον, αὕτη δὲ οὐδὲν μᾶλλον τόδε τι τόδε, ἀλλὰ πάντα ἐπίσης, τὸ δὲ ἄρχον τῆς τριάδος ὑπάρξει ὕπαρξις μᾶλλον, ὥσπερ τὸ δεύτερον δύναμις, τὸ δὲ τρίτον νοῦς, σαφὲς ὅτι καὶ ἀπὸ τῶν πραγμάτων προτακτέον τῆς τριάδος τὸ ἐν πρὸ μονάδος, ὡς καὶ παντὶ ἀριθμῷ ὑπάρχειν· ἕκαστος γὰρ εἰς ἀριθμός, οὐ μέντοι μονὰς τὸ ἐν ὅπερ ἐλέγομεν, ἤτοι μονὰς ἐστι, καὶ ἔσται πρὸ αὐτῆς τὸ ἐν, καὶ τούτου προὑπάρξει τὸ ἀπόρρητον. Ἡ ἄρα μονὰς ἔσται πρώτη τοῦ νοητοῦ ἀριθμοῦ, τρίτη οὖσα ἀρχή· ἢ τοῦτο λέγεται μόνον ἐν, καὶ ἔσται μετ’ αὐτὸ πάλιν ἡ μονὰς ἄρχουσα τοῦ νοητοῦ ἀριθμοῦ. Πολλῷ δὲ χρήσεται τις

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
