# De Principiis 551-552

Damascius, De Principiis, 551 to 552. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/551
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/551

ὡς εἰ τις ἐθέλων παραστῆσαι τὴν τοῦ νοῦ ἁπλῆν νόησιν, ἀντιπαρατιθεὶς αὐτὴν πρὸς τὴν τῆς ψυχῆς, ὑποδείγμασι χρῶτο, πρὸς μὲν τὴν νοερὰν τῇ τῆς ὄψεως ἐπιβολῇ, πρὸς δὲ τὴν λογικὴν τῇ τῆς ἀκοῆς ὑποδοχῇ, εἶτα δέον ἐφίεσθαι τῶν παραδειγμάτων ἐπὶ τὰς ἀληθεσιέρας περὶ ἐκείνων ἐννοίας. Ὁ δὲ ἀπαιτοῖ τὸν ὑποδεικνύντα, καθάπερ ὄψεως καὶ ἀκοῆς ἐστὶ κοινή τις αἴσθησις προηγουμενὴ, οὕτω καὶ τῆς νοερᾶς καὶ ψυχικῆς εἶναί τινα κοινότητα γνώσεως οὐσιώδους, οὐ συννοῶν ὅτι ἡ ψυχικὴ ἀπὸ τῆς νοερᾶς πρόεισιν, ὡς εἰκὼν ἀπὸ τοῦ παραδείγματος. Οὕτω γὰρ καὶ οἱ τοῖς διωρισμένοις νοήμασί τε καὶ πράγμασιν ἀποχρώμενοι πρὸς ἔνδειξιν τῶν παντελῶν καὶ ἀδιορίστων ἀρχῶν οὐκ ἂν ἀπαιτοῖντο δικαίως τὰ τούτοις συνόντα ἀνάγειν ἐπ’ ἐκείνας, οἷον ὅτι πολλὰ ταῦτα καὶ ἐκείνας

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
