# De Principiis 92-94

Damascius, De Principiis, 92 to 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/92
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/92

ἐν ἡμῖν πάντα, πολλοῦ δέουσα τῆς παντελοῦς ἅπλεσθαι ἐκείνης τὸ γὰρ ἐν ἡμῖν ἐν καὶ τὸ ἀπλοῦν ἥκιστα τοῦτό ἐστιν ὃ λέγεται, πλὴν ὅτι δεῖγμα ἐστὶν τῆς φύσεως ἐκείνης. Οὕτω δὴ καὶ πᾶν τὸ ὁπωσοῦν γνωστὸν καὶ ὑπονοητὸν λαβόντες ἐν τῷ νῷ, μέχρι καὶ τοῦ ἑνὸς ἀξιοῦμεν, εἰ δεῖ φθέγγεσθαι τὰ ἄφθεγκτα καὶ ἐννοεῖν τὰ ἀνευνόητα. Ἀξιοῦμεν ὅμως ὑποτίθεσθαι τὸ ἀσύμβατον πρὸς πάντα καὶ ἀσύντακτον καὶ οὕτως ἐξηρημένον, ὥστε μηδὲ τὸ ἐξηρημένον ἔχειν κατ’ ἀλήθειαν ἐξήρηται γὰρ ἀεὶ τινος τόγε ἐξηρημένον καὶ οὐ πάντῃ ἐστὶν ἐξηρημένον, ἀτε σχέσιν ἔχον πρὸς τὸ οὐ ἐξήρηται, καὶ ὅλως ἐν προηγήσει τινὶ σύνταξιν. Εἰ οὖν μέλλοι τῷ ὄντι ἐξηρημένον ὑποκεῖσθαι, μηδ’ ἐξηρημένον ὑποκείσθω· οὐ γὰρ ἐπαληθεύει τῷ ἐξῃρημένῳ τὸ οἰκεῖον ὄνομα κατὰ ἀκρίβειαν ἅμα γὰρ ἤδη καὶ συντεταγμένον, ὥστε καὶ τοῦτο αὐτοῦ ἀποφῆσαι ἀνάγκη ἀλλὰ καὶ ἡ ἀπόφασις λόγος τις, καὶ τὸ ἀποφατὸν πρᾶγμα, τὸ δὲ οὐδὲν οὐδὲ ἄρα ἀποφατόν, οὐδὲ λεκτὸν ὅλως, οὐδὲ γνωστὸν ὁπωσοῦν ὥστε οὐδὲ ἀποφῆναι τὴν ἀπόφασιν δυνατόν. Αλλὰ ἡ πάντη περιτροπὴ τῶν λόγων καὶ τῶν νοήσεων αὕτη ἐστὶν ἡ ἐμφανταζομένη ἡμῖν ἀπόδειξις οὐ λέγομεν καὶ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
