# De Principiis 977-978

Damascius, De Principiis, 977 to 978. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/977
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/977

ἡ φύσις ἡ ἄλλη τῆς φύσεως τῆς ἄλλης. Ἁπλῶς δὲ οὖν καὶ τὸ ἐν τῷ ἡνωμένῳ καὶ τὸ ἡνωμένον ἡνῶσθαι, ὡς ἐν μὲν τῷ ἡνωμένῳ καὶ τὸ ἡνωμένον διακεκρίσθαι τοῦ διακεκριμένου, ὡς μέντοι ἠνωμένον. Ἔστι γὰρ ἡ διαφορὰ ἡνωμένου πρὸς διακεκριμένον, τοῦτο δὲ ἔστιν ἀδιάκριτον πρὸς τὸ διακεκριμένον· καὶ γὰρ τὸ ἀδιάκριτον τοῦ διακεκριμένου διέστηκεν, τοσοῦτον μόνον διακριθέν, ὅσον μεῖναι ἀδιάκριτον καὶ ὅσον ἀντιδιασλῆναι πρὸς τὸ διακεκριμένον. Τοσοῦτον οὖν συναπέχει τοῦ διακρῖναι τὸ ἡνωμένον ἡ τοιαύτη διάκρισις, ὥστε καὶ φυλάττει αὐτὸ ἀδιάκριτον, ἢ μᾶλλον διακεκριμένον ἀπὸ τοῦ διακεκριμένου· τοῦτο δὲ ἔστι πάλιν αὐ ἀδιάκριτον· ὥστε κοινὴ μὲν ἡ διάκρισις, κατὰ γοῦν τὸ ὄνομα καὶ τὸ πρᾶγμα τῆς σχέσεως ὁλοσχερῶς τῆς αὐτῆς φανταзо- μένης, οὐκ οὔσης δὲ τῆς αὐτῆς,

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
