# De Principiis 986-988

Damascius, De Principiis, 986 to 988. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/986
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/986

ἐπὶ ἐνίων. Μήποτε οὖν τὸ προϊὸν ἢ προεληλυθὸς αἰτίαν ἔχει ἐν τῷ παραγόντι· καὶ μέν τι] μέντοι περὶ μονῆς, προόδου καὶ ἐπιστροφῆς ἀπορίαι. ἀλλὰ αὐτὰ.» ἀλλα <ἐν> τῇ αἰτίᾳ. γὰρ] δέ. τὸ κοινὸν ἐκεῖνω ἐκεῖνο ἐν νῶ μένοι ἐγὼ] ἐῶ] ἐν ὧ ἐν ὧ τοῦτό ἐστι τὸ μένειν ἐν ἐκείνῳ τὸ ῥίζαν ἔχειν ἐν αὐτῷ τὴν αἰτίαν ἀφ’ ἧς ἀποφύεται· καὶ γὰρ τὸ φυτὸν ἀπὸ γῆς ἀναβλαστάνει μόνον ἐν αὐτῇ κατὰ τὴν ρίζαν· ἢ καὶ τοῦτο φαίνεται ἄλογον, εἴ τις ἀκριβῶς αὐτὸ βασανίσειεν· ἡ γὰρ αἰτία οὐκ ἔστιν αὐτὸ ἀπὸ τῆς αἰτίας παραγόμενον, ἀλλὰ τὸ μὲν δεύτερον, τὸ δὲ πρῶτον· ἐν γὰρ τῷ πρώτῳ ἵδρυται τοῦ δευτέρου ἡ αἰτία· καὶ γὰρ οὐσία τις τοῦ παράγοντος ἢ τοῦ παραγομένου αἰτία καὶ οὐ τούτου μέρος, ἀλλ’ ἐκείνου, οὐδὲ ἀναλογεῖ τῇ ῥίζῃ, ἀλλὰ τῷ λόγῳ τοῦ ὅλου φυτοῦ ὅλῳ γε ὄντι καὶ ἐνούσιωμένῳ τῇ φύσει τῆς γῆς. Εἰ δὴ ταῦτα οὕτως ἔχοντα φαίνεται, οἱ αὐτοὶ ἥξουσιν ἐλέγχοι· οὔτε γὰρ τὸ μένον πρόεισιν, οὔτε τὸ προϊὸν μένει· οὔτε γὰρ τὸ προαγόμενον ἐν τῷ προάγοντι ἐτι, οὔτε ἡ αἰτία πρόεισιν ἀπ’ ἐκείνου

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
