# De Principiis 995-997

Damascius, De Principiis, 995 to 997. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/de-principiis/995
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/de-principiis/995

οὔτε τὸ μένον προεληλύθεν, καὶ πρὸς τούτοις οὐχ ὅλον ἐστὶ προεληλυθὸς ὃ ὁ γε ἐν τῷ προεληλυθέναι λέγομεν ὑφεστάναι, οὔτε ὅλον μένει ὃ γε μένον προεληλυθέναι φαμέν, οὐδὲν τε διοίσει τοῦ ἐν τῷ προιέναι ὑφεστῶτος, εἴπερ ὅλον ἐκάτερος. Εἰ δὲ μέρει ἄλλῳ καὶ ἄλλῳ μένει καὶ πρέεισι, μεριστὸν ἐστὶ πρὸς τοῖς εἰρημένοις, εἴπερ εἰς τὸ κάτω ἄνωθεν ἐκμηρύεται; Ἡ μερίζει μὲν ἡ ἡμετέρα ἔννοια καὶ τὰ ἀμέριστα· νοητέον δὲ ὅμως αὐτὰ ὡς ἔχειν ὀφείλει ἐκεῖνα καὶ οὐχ ὡς ἡμεῖς ἐννοοῦμεν, ἐπαγκασλέον τε τὰς ἀνθρωπῖνας νοήσεις καὶ προσεθισλέον ἀναπλοῦσθαι καὶ ἀνευρύνεσθαι ὡς δυνατὸν εἰς τὴν ἐκείνοις προσήκουσαν ἀλήθειαν. Ὅλον οὖν λέγω τὸ προεληλυθὸς καὶ μένον εἶναι ἐν τῷ γεγεννηκότι κατ’ αὐτό γε πού ὃ προεληλύθεν, ὅτι αὐτὸ τὸ προεληλυθὸς κατὰ τὴν ἑαυτοῦ φύσιν ἰδιότροπον ὁμοιότατόν ἐστι καὶ συγγενέστατον τῷ παράγοντι καὶ οἷον αὐτὸ κατὰ τὸ τρίτον μέτρον, ὡς ἔπος εἰπεῖν, τῆς ὑποβάσεως. Καὶ γὰρ εἰ ἄλλο εἶδος ἐξ ἄλλου, ἀλλὰ σύνορός γε καὶ ὁμοφυὴς ἡ ἐξαλλαγή, καὶ οὐ τοσαύτη ἡ διάστασις, ἣν ἡμεῖς ἀναφέρομεν ἀπὸ τῶν τῆδε διασπασμῶν ἐπ’ ἐκεῖνα· τοιούτος γὰρ ὁ νοῦς πρὸς ζωήν, ἡ

---

Damascius, De Principiis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000972.
