# In Parmenidem 101-102

Damascius, In Parmenidem, 101 to 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/101
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/101

περιέχει αὐτὴν ὅμως καὶ μετρεῖ, οὕτως ὁ αἰὼν εἰς ἕν τε συνάγει τὰ μόρια τῆς οὐσίας, καὶ μετρεῖ αὐτά. Οὐκοῦν ὁ τε χρόνος μεριστὴ ὁλότης ἐσὶν τῆς γενέσεως, καὶ ὁ αἰὼν τῆς οὐσίας ἀμέριστος. Καὶ μὴν ἡ ζωὴ ὁλότης ἐσλίν, ὡς συνεκτικὴ τῶν μερῶν τοῦ ζῶντος· ἐὰν γοῦν σβεσθῇ, διασκεδάννυται. Ἔτι δὲ ἐπὶ τούτῳ τὸ συνὸν ἅπαν τῇ οἰκείᾳ ὁλότητι ζῇ, καὶ ἀποβάλλει τὴν ζωὴν ὅταν ἀπολείπῃ τὴν ὁλότητα· οὕτω γὰρ καὶ τὰ ἄψυχα ζῇ συντεταγμένα τῇ οἰκείᾳ ὁλότητι καὶ ἀναπνέοντα αὐτῆς τὸ ζωτικόν, ὡς ταὐτὸν ὄν, ὁλον τε φάναι καὶ ζωήν. Ἀλλὰ μὴν καὶ ὁ αἰών, ζωή, ὅτι καὶ ὁ χρόνος, φησί, κίνησις καὶ μετὰ κινήσεως· τοιαῦτα ἄττα συλλογισάμενος, ὡς συντόμως εἰπεῖν, ἔπειτα ἀπορεῖ· Πῶς ἅπαν ἀΐδιον

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
