# In Parmenidem 1048-1049

Damascius, In Parmenidem, 1048 to 1049. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1048
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1048

φαίνεται Β. Β πρὸς τὸ λυθέναι μόνον, ὁ δὲ μέσος οὕτως ἐν τῷ μένειν ἅμα καὶ προῖέναι. Διὸ κινούμενον ἅμα καὶ ἑσθώς· τὸ δὲ προεληλυθέναι τοῦ τρίτου πέρας ἤδη τῆς κινήσεως, καὶ τὸ μένειν τοῦ πρώτου ἀρχὴ τῆς στάσεως ἐν τῷ μεμενηκέναι θεωρουμένη. Ἐπὶ δὲ ὁ μὲν πρῶτος ἐπέστραπται μᾶλλον ἢ μεμέρισται, ὁ δὲ τρίτος μεμέ-ρισται μᾶλλον ἢ ἐπέστραπται· ὅθεν οὕτος μὲν πρὸς τὴν ὕλην ἀπέκλινεν, ἐκεῖνος δὲ παντάπασιν ἄυλος, ὁ δὲ μέσος ἐπίσης ἐκάτερον ἔχει. Μεριζόμενος μὲν οὖν πρὸς τὰ κάτω κινεῖται διὰ συμμετρίαν τὴν πρὸς τὰ ἄλλα, ἐπιστρεφόμενος δὲ οὐδὲν ἧττον ἵσταται πόρρω τῆς ὕλης. Ἐπὶ δὲ ἐκ τρίτων, καθόσον δὲ προβάλλεται εἰς τὸ ἔξω τὸν τρίτον, κινεῖται· ἕτερον γὰρ ὁ τρίτος καὶ ἄλλο, ὡς

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
