# In Parmenidem 1090-1092

Damascius, In Parmenidem, 1090 to 1092. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1090
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1090

καὶ μέρος περιορισμός Β. όλον καὶ μέρη. ἕνωσις πρὸς ση. ὅτι δὲ Α. ἀλλόφυλος πρὸς αὐτήν. Μήποτε δὲ καὶ ἀληθὲς ἑκάτερον ὅτι καὶ ἥνωται μᾶλλον τὰ νοητὰ καὶ νοερά, καὶ διακέκριται μᾶλλον, ἐπεὶ καὶ τὰ νοερὰ εἴδη τῶν ὑπερκοσμίων καὶ τῶν ψυχικῶν, καὶ ἥνωται μᾶλλον καὶ διακέκριται. Οὐ γὰρ ἐμποδίζει τὴν ἕνωσιν ἡ διάκρισις, οὐδὲ ἡ διάκρισις τὴν ἕνωσιν· ἀλλὰ καὶ ὅπου ἤν μείζων καὶ ἡ τῶν εἰδῶν ἡ καθαρότης. Διτλὴ γὰρ ἡ διάστασις, ἡ μὲν κατὰ πρόοδον καὶ ὑπόστασιν, ἡ τις ἀεὶ πλείων ἐν τοῖς ἐπιγιγνομένοις ὁρᾶται, ἡ δὲ κατὰ τὴν ἰδιότητα τῶν εἰδῶν, ἄμικτος οὖσα καὶ ἀσύγχυτος αὐτῶν καθαρότης. Ὅπου γὰρ ἕκαστα ἄρχεται, ἐνταῦθα μάλιστα διαφανῶς ἐκπρέπει τε καὶ σίλβει, καὶ τὴν ἰδιότητα προφαίνει τὴν σφετέραν μετὰ τῆς ἀφάτου πρὸς ἀλλήλα ἕνώ- σεως. Οὕτως ἄρα καὶ τὰ τῇ ἑτερότητι ἐκείνῃ διωρισμένα μάλιστα διώρισται κατὰ τὴν εὐπρεπεῖ τοῦ πρωτίστου τῶν ἀριθμῶν ἰδιότητα, ἀλλὰ μετὰ τῆς ὁμοφυοῦς καὶ σχεδὸν νοητῆς ἕνώσεως· ἐφεξῆς δὲ ἀεὶ τὸ τε διοριστικὸν ἐπιλείπει τοῦ ἀριθμοῦ καὶ τὸ συναγωγόν. Οὕτω δὲ ἄρα καὶ σώσομεν τὸ ἀξίωμα· «ὅπου ἕκαστον ἐκφαίνεται, ἐνταῦθα μάλιστα ἐπικρατεῖν·»

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
