# In Parmenidem 1116-1117

Damascius, In Parmenidem, 1116 to 1117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1116
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1116

τὸ ταὐτὸν καὶ ἕτερον πῶς νοητέον, πότερον ὡς ἐν διορισμῷ καὶ ἐνώσει τὸ ταὐτὸν καὶ ἕτερον λέγοντας· ἀλλ’ οὕτω γε καὶ πρὸ τοῦ δημιουργοῦ ποιήσωμεν τὴν διαίρεσιν· ἔστι γὰρ ἐκεῖ καὶ ὅλον καὶ μέρη. Διὰ τί οὖν οὐ πρῶσθεν, ἀλλὰ νῦν αὐτὴν εἰς τὸ μέσον παρ-15 ἥγαγεν; Ἐτι δὲ κατὰ τὸν ἀπλῶς διορισμὸν τὸ μέρος πρὸς τὸ ὅλον ἕτερον ἔσται, ἀλλ’ οὐ μέρος· διώρισται γὰρ ὡς μέρος πρὸς ὅλον καὶ ὅλον πρὸς μέρος. Εἰ δὲ καὶ ἠνωται, ἔστω καὶ ταὐτόν· ὅλως δὲ διατελοῦμεν λέγοντες ἄλλην εἶναι ταυτότητα καὶ ἕνωσιν, ὥστε καὶ ἑτερότητα ἄλλην μὲν ἐκεῖνην, ἄλλην δὲ ταύτην. Ἐπὶ δὲ τούτων πεποίηται τὴν διαίρεσιν ταὐτοῦ καὶ ἑτέρου, ἀλλ’ οὐχ ἑνὸς καὶ πολλῶν. Εἰ δὲ ἐπὶ τούτων μόνον ὁ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
