# In Parmenidem 1148-1150

Damascius, In Parmenidem, 1148 to 1150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1148
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1148

νεώ- τερον...] Η πάντα ταῦτα συνείληφεν ἡ ταυτότης καὶ ἡ ἑτερότης. Πάντα γὰρ μετέχει τῶν πρὸ αὐτῶν, ὥστε καὶ ἕκαστον τούτων πρὸς τὸ ἐναντίον ταὐτὸν καὶ ἕτερον. Ἔτι καὶ ταὐτοῦ πεπόνθησις ἡ ὁμοιότης, καὶ ἑτέρου ἡ ἀνομοιότης· κατὰ πεπόνθησιν ἄρα, ταὐτὸν καὶ ἕτερον. Οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει πρὸς τὸ ἀντικείμενον· ἀλλὰ τὸ ὅμοιον, ἢ ὅμοιον, οὔτε ταὐτόν, οὔτε ἕτερον, ὡς ἐδείκνυμεν, ἢ ἕτερον τοῦ ἀνομοίου· ὅτι πᾶσα ἀντίθεσις εἰδῶν ἑτερότητι διώρισται· τὸ δὲ ὅμοιον ὁμοίῳ ταὐτόν, ὡς ταὐτῷ εἴδει τῷ τῆς ὁμοιότητος κατεχόμενα· καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. Εἰ γὰρ τὸ αὐτὸ εἶδος ἐν πλείοσιν ὅ τι ποτὲ ἂν ἢ, ἢ ἕτερον. Ἐπὶ μόνης ἄρα τῆς δημιουργικῆς τάξεως καὶ πρώτης ἀληθὴς ὁ παρειλημμένος κανών. Τοῦτο δὲ ἦν τὸ πέμπτον τῶν προβεβλημένων, ὡς εἰκότως τῷ δημιουργῷ τὸν κανόνα τοῦτον ἀνιέρωσεν ὁ Παρμενίδης· καὶ δι’ αὐτοῦ τὴν ἰδιότητα τοῦ τρίτου νοῦ ἐμφανίζων, ὡς τὰ ἐν αὐτῷ καὶ ἀπ’ αὐτοῦ, ἢ τὰ αὐτὰ ἢ ἕτερα, ἢ μέρη, ἢ ὅλα πρὸς ἄλληλα συγκρινόμενα. Εἰ γὰρ ἡ ταυτότης καὶ ἡ ἑτερότης αὐτῷ ἀνάκειται, καθήκει δὲ εἰς

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
