# In Parmenidem 1223-1225

Damascius, In Parmenidem, 1223 to 1225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1223
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1223

τῆς ἐν αὐτοῖς· εἰ γὰρ μὴ ἐπέλασεν τοῦτο τὸ ἓν τοῖς ἄλλοις, οὔτε ὅλον, οὔτε μέρος ἐν αὐτοῖς ἦν, οὐδὲ ἕτερον. Ἔτι δὲ ἐνδείκνυται ἡ τῶν ἄλλων ἀναίρεσις οἷα τίς ἐστὶν ἡ ταυτότης ὅτι κεχώρισται τῶν ἄλλων, καὶ καθ’ ἑαυτὴν ὑφesi- κνῖα, καὶ τὰ ἄλλα ἐξω γεννῶσα ἑαυτῆς. Διὰ τοῦτο γὰρ οὔτε τὸ ἑνὸς μέρος ἐν τοῖς ἄλλοις, οὔτε ὅλον ἐκείνων ὡς μερῶν ὡς ἐκτεθέντων εἰς ὕλην, οὔτε μὴν τὰ ἄλλα τὸ πάμπαν αὐτοῦ κεχώρισται, ὡς τῶν πρὸ αὐτοῦ· ἐδείχθη γὰρ ὅτι οὐδὲ ἕτερον. Ταὐτὸν ἄρα οὕτως ὡς κατ’ αἰτίαν καὶ ὡς κατ’ εἶδος· ὁ γὰρ ἐκεῖνο παραδειγματικῶς, τοῦτο τὰ ἄλλα εἰκονικῶς· ταὐτὸν ἄρα κατὰ τὴν ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὁμωνυμίαν. Τὸ τοίνυν ἐκδομον καὶ αὐτὸς ἀπελύσατο δεόντως ὅτι τε ἐκ περιουσίας, εἰ μὴ ἐν χρόνῳ, οὐδὲ ἐν αἰῶνι σλαίν ἂν ἡ ἑτερότης ἄνευ ταυτότητος, καὶ ὅτι ἐγχρόνων πραγμάτων ἐστὶν ὑποστατικόν· τοῦτο δὲ ἓν. Μήποτε δὲ καὶ ἐνδείκνυται ὁ πάλαι ἐδείκνυμεν, ὅτι τὸν δημιουργικὸν αἰῶνα χρόνον ῥητέον, ὡς ἂν ἤδη προβαλλόμενον τὴν γένεσιν, καὶ ὡς τῶν εἰς τὴν γένεσιν δρώντων ἤδη πραγμάτων μετρητικόν, καὶ ἔτι

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
