# In Parmenidem 1256-1258

Damascius, In Parmenidem, 1256 to 1258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1256
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1256

πατέρες εἰς τε τὸ ἐμφανὲς πάντα προάγουσιν, καὶ πάλιν εἰς τὸ ἀφανὲς περιάγουσιν, ὡς ἂν διαπόρθμιοι ἐστώτες κατὰ λόγον φάναι, τῷ πατρὶ καὶ τῇ ὕλῃ, καὶ τὰ τε ἐμφανῆ μιμήματα τῶν ἀφανῶν ἐργαζόμενοι καὶ τὰ ἀφανῆ εἰς τὴν ἐμφανῆ κοσμοποιΐαν ἐγγράφοντες. Ταῦτα μὲν οὖν εἰσαῦθις ἀκριβέστερον. ἤδη δὲ πρὸς τὸ δεύτερον λέγωμεν· ἐπειδὴ ὁ δημιουργὸς ταύτῳ καὶ ἑτέρῳ εἰδοποιεῖται, εὐθὺς δὲ μετὰ τὰ γένη ταῦτα ὁμοιότης ἦν καὶ ἀνομοιότης, εἰκότως τοῖς μετὰ τὸν δημιουργὸν θεοῖς ταῦτα προσήρμοσεν. Οὕτω μὲν οὖν, λογικῶς εἰπεῖν, ἐν μὲν τῷ δημιουργῷ τὰ εἴδη ἦν ὡς μάλιστα, καὶ μάλιστα ἀσύγχυτα ἦν διακεκριμένα τε καὶ ἡνωμένα διαφερόντως, ἐν δὲ τοῖς ἀφομοιωτικοῖς θεοῖς ὅμοιά τε καὶ ἀνόμοια, οἷον ταυτοειδῆ καὶ ἑτεροειδῆ φαινόμενα. Διὸ καὶ σύμμετρα γέγονεν πρὸς τὴν ὕλην καὶ εἰκόνων ἐστὶ ποιητικὰ κατ’ οὐσίαν· ὅτι καὶ ἡ εἰκὼν τοιούτων ἑτέρον, ἀλλ’ οὐ τοῦτο οὐδὲ ταὐτὸν ἢ ἕτερον. Ἐπεὶ οὖν ἅπαξ ἐφάνη τὰ εἴδη ἐν τῷ ὅλῳ δημιουργῷ, αὐτὰ ἂ ἐσλιν τὰ ἐφεξῆς πάντα αὐτοειδῆ ἐσλιν ἀρχόμενα ἀπὸ τῶν θεῶν τούτων. Ἔτι δὲ ἐκ τρίτων ὁ μὲν πατὴρ αὐτῶν ἑκάστων ἐσλιν ὑποσιλάτης, οἱ δὲ ἀφομοιωτικοὶ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
