# In Parmenidem 1268-1272

Damascius, In Parmenidem, 1268 to 1272. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1268
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1268

Ἔτι οὖν ὄγδοον λέγομεν ὡς ὁ μὲν πατὴρ τὰς κοινότητας ὑφίστησιν τῶν εἰδῶν, αἳ μᾶλλον οὐσίαι εἰσὶν ἢ εἰκόνες, καὶ νοηταὶ μᾶλλον, ἢ αἰσθηταὶ μᾶλλον. Ἀφανὴς γοῦν ὁ κοινὸς ἄνθρωπος καὶ λογισμῷ ληπτός· οἱ δὲ τὰ ἄτομα καὶ αἰσθητὰ δημιουργοῦσιν κατὰ τὸ λόγιον, καὶ σωματοειδῆ καὶ κατατεταγμένα εἰς ὕλην, ἥ καὶ πολλὴν ἔχει δόκησιν τῆς ἀληθείας· οὐκοῦν τὰ ἀληθῆ, μᾶλλον γὰρ ἄνθρωπος ὁ κοινὸς καὶ ἀίδιος ἢ ὁ ἄτομος καὶ φθαρτός. Ἄλλ' ἴσως ἄν τις ἀπορήσειεν πρὸς ταῦτα ἐν μὲν ὅτι καὶ τὰ διακόσμια εἴδη ἔφαμέν ποτε δημιουργεῖσθαι μεμερισμένως ὑπὸ τῶν μαγικῶν πατέρων, ἑτερον δὲ ὅτι τὰς κοινότητας ἐοίκαμεν ἀΰλους ποιεῖν, εἴπερ ἀκατατάκτους αὐτὰς εἰς ὕλην ποιοῦμεν. Ἡ πρὸς μὲν τοῦτο λέγομεν ὅτι ἐν τοῖς αἰσθητοῖς ἔχουσιν τὸ εἶναι αἱ κοινότητες· οὐ γὰρ εἰσιν χωρισταὶ τῶν ἀτόμων, μᾶλλον δὲ τὰ ἄτομα ἐν αὐταῖς ἐγκεκέντρισθαι ὡς ὑπερτέραις. Ἄρα οὖν πρῶται τὴν ὕλην καταλαμβάνουσιν, ἢ ὕστεραι τῶν ἀτόμων; Εἰ μὲν γὰρ τοῦτο, πῶς ἀπὸ τῶν ὑπερτέρων προΐασιν; εἰ δὲ ἐκεῖνο, πῶς οὐ χείρους εἰσὶ τῶν ἀτόμων, ἄτε πρότεραι καταλαμβάνουσαι τὴν ὕλην; Ῥητέον ὡς προλαμβάνουσι μὲν αὐτῶν ἐμφάσεις τινές, ἄτε ἀπὸ τῶν ὑπερτέρων ἐλλαμπόμεναι, ἐνοικοδομεῖται δὲ ταύταις ὡς κοιναῖς ὑποδοχαῖς τὰ αἰσθητά, ἐπιγίγνονται δὲ τοῖς αἰσθητοῖς αἱ αὐταὶ κοινότητες ἐτι τρανέσλερον καὶ μᾶλλον οὐσιωμέναι. Καὶ μὴ θαυμάσῃ τις τὸ ῥηθέν, ἐννοησάτω δὲ ὅτι καὶ ἡ ὅλη ζωογονία προὑποσλρώννυται μὲν [ὅτι] τῆς μεριστῆς, λέγεται δὲ ὅμως ἐπιγίγνεσθαι τῇ μεριστῇ διαρρηδην, ἄτε ἤδη τῶν δεχομένων ἐπιτηδειοτέρων γενομένων. Πολλαχοῦ μὲν οὖν ταῦτα ἀνεγραψάμεθα καὶ τῷ ἡμετέρῳ δοκοῦντα καθηγεμόνι. Πρὸς δὲ τὸ πρῶτον τῇ δέ τι ἀποκριτέον ἐν μὲν λέγοντας ὅτι οἱ Θεοὶ καὶ αὐτὸς ὁ θεουργὸς τὴν αἰσθητὴν τοῖς μαγικοῖς πατράσιν ὑποτίθεται δημιουργίαν. Σαφῶς γοῦν τὸν τρίτον τὰ τε ἄλλα διακρῖναί φησιν ἐν τοῖς ὑφηγηματικοῖς, 3ο ματικοῖς, καὶ τὸν ἥλιον μεσεμβολῆσαι τοῖς ἐπλὰ κοσμοκράτορσι. Καὶ τάχα ἄν οἱ ἐν

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
