# In Parmenidem 1273-1275

Damascius, In Parmenidem, 1273 to 1275. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1273
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1273

τῷ πατρὶ πηγαῖοι μείναντες ποιοῖεν τὰ διακόσμια μεμερισμένως. ὅτι] οτι. Ἵσως οὖν ὄγδοον μεμερισμένως λογισ- μώληπλος Δ. λογισμόληπλοs, ζωογονίᾳ. τὸ τρίτον Α. ἴσως μὲν τοίνυν οὕτως ἂν τις διαδοξάσειεν. Μήποτε δὲ φυλακτέον καὶ τὸν πρῶτον λόγον· ἔδει γὰρ τὸν μὲν πατέρα ἀμερίσλως ποιεῖν καὶ τὸ ἡνωμένον τῶν διακοσμίων εἰδῶν καὶ τὸ διακρινόμενον καὶ τὸ διακεκριμένον, μεμερισμένως δὲ τοὺς ἐπὶ μαγειῶν πατέρας, τὸν μὲν ὡς ἠνωμένα, τὸν δὲ ὡς κινοῦμενα ἀπ᾿ ἀλλήλων, τὸν δὲ ὡς κατ’ εἶδος ἀφορισμένα. Καὶ οὕτω δὲ ὅμως ὁ μὲν ἀπλῶς, οἱ δὲ προάγοντες ταῦτα εἰς αἴσθησιν, καὶ τοῖς ἀτόμοις συνάπλοντες. Ὡς γὰρ τὰ πατρικὰ εἴδη προάγειν λέγονται, οὕτω καὶ τὰ αἰσθητὰ ἐπισιγρέφειν ἐπ' ἐκεῖνα, καὶ τὸν κοινὸν ἀμφοῖν συνέχειν σύνδεσμον, ἐπεὶ οὐδὲ τὸ λόγιον τὰ αἰσθητὰ μόνα ποιεῖν αὐτοὺς ἀπεφήνατο, ἀλλὰ προσλιθῆναι αὐτοῖς τὰ αἰσθητά, καὶ ὡς ἐν αἰσθητοῖς ἐκεῖνα ποιεῖν, ἐπεὶ ὅτι καὶ ἀφανοῦς προὔτανται δημιουργίας εἴρηται ἐν τοῖς ὑπεξωκόσιγ· καὶ αὐτὸς ἐξηγεῖται τοῦτον τὸν τρόπον. Εἰ δὲ ὁ Θεουργὸς τὴν αἰσθητὴν αὐτῷ παραδίδωσι δημιουργίαν, οὐδὲν Θαυμαστόν· μήποτε δὲ καὶ τὰ τούτου νοητέον κατὰ τὰς κοινότητας τῶν διωρισμένων εἰδῶν, ἐπεὶ καὶ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
