# In Parmenidem 1387-1389

Damascius, In Parmenidem, 1387 to 1389. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1387
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1387

ἀμφοῖν, τὸ δὲ μείζον καὶ τὸ σμικρότερον ἐν τῷ ἐνὶ ἀκριβέστερον ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ τὸ ἕτερον ἐλέγομεν πρότερον. Ἔστι δὲ καὶ μείζον μὲν λέγειν τὸ καθ’ ἑαυτὸ ἐν, σμικρότερον δέ, καθόσον ἐγγίγνεται τοῖς μετέχουσιν. Τάχα δ’ ἄν τις εἴποι καὶ τοιοῦτον λόγον ὡς οἱ μὲν πρότεροι Θεοὶ οὐχ ὅλοι προῆσαν εἰς τοὺς οἰκείους κλήρους οἱ τινὲς ποτε ἦσαν, οὐδὲ ὅλως εἰς τὰ δεύτερα, ἀλλ’ ἐν τῇ ἑαυτῶν ὑπεροχῇ μένουσιν πρὸς τὰ ἐφεξῆς, οὕτοι δὲ διὰ τὸν ἔσχατον μερισμὸν πᾶν ὅσον εἶχον προῆλθον, καὶ συνέταξαν τὴν οἰκείαν πρόνοιαν ὅλην τοῖς προνοουμένοις διὰ τὴν πρὸς αὐτὰ συμμετρίαν, καὶ ταύτη μὲν ἴσοι. Ἐπειδὴ δὲ φύσει τὸ ἐν καὶ ὁ Θεὸς τῶν ἀπ’ αὐτοῦ κρειτλῶν ἐστί, μείζων εἶναι λέγεται τῶν οἰκείων γεννημάτων καὶ τῶν εἴσω καὶ τῶν ἔκτος. Εἶτα ἐπειδὴ καὶ συντέτακταί ὡς πως ἀπὸ τοῦ ἴσου καὶ συναριθμεῖται τοῖς ἀπ’ αὐτοῦ προελθοῦσιν [ἢ] εἴσω καὶ ἔξω, διὰ τοῦτο σμικρότερον τῶν ἄλλων, ὡς ἐν πολλοῖς οἶον ὁμοταγέσιν καὶ ὡς πέρας ἐν πεπερασμένοις. Πρὸς δὲ τὸ τέταρτον εἴρηται μὲν καὶ πρόσθεν, λεγέσθω δὲ καὶ νῦν συντόμως ὅτι ἀνάγκη ἑνὸς σώματος

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
