# In Parmenidem 1459-1461

Damascius, In Parmenidem, 1459 to 1461. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1459
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1459

πολλῶν μέτρων· ἐδείκνυμεν γὰρ καὶ ἐν τοῖς εἰς Τίμαιον ὅτι οὐ κατὰ τὰ νῦν προκόπλει ὁ χρόνος· οὐδὲ γὰρ ἂν προέκοψεν ἀπείρων ὄντων ἀεὶ τῶν νῦν. Ἄλλ’ ὥσπερ ἡ κίνησις προκόπλει διασηματικῶς, ἀλλ’ οὐ κατὰ σημείον, ἀλλ’ οἷον κατὰ ἅλματα, ὡς ἔλεγε καὶ Ἀριστοτέλης, οὕτως ἀνάγκη καὶ τὸ χρόνον κατὰ μέτρα ὅλα προβαίνειν ἃ μετρητικὰ τῶν ἁλμάτων γίνεται τῆς κινήσεως. Οὕτως ἄρα ἐκ μέτρων ὁ χρόνος· ἀλλὰ μέτρον πέρασι διειλημμένον καὶ διωρισμένον. Διὸ καὶ ὁ Παρμενίδης τὸν χρόνον παρήγαγεν μετὰ τὸ συνεχὲς πηλίκον καὶ τὸ διωρισμένον πλῆθος, ὅτι καὶ αὐτὸς ὡς ἐκ μέτρων τε καὶ μερῶν, συνεχὴς τέ ἐστι καὶ διωρισμένος. Ἄλλ’ οὕτω, φαίν τις ἂν, καὶ ἡ κίνησις ἐστὶ συνεχὴς καὶ διωρισμένη, ὅτι οὐδὲ ταύτης τὰ μέρη μένει; ἢ ἀληθὲς τοῦτό ἐστι· συνεχίζεται γὰρ ὑπὸ τοῦ σώματος ἐφ’ οὗ τε καὶ οὗ ἡ κίνησις, διακοπλομένη δὲ διορίζεται τοῖς ἑαυτῆς ἅλμασιν· τὸ δὲ ἀληθῶς συνεχὲς τὸ μέγεθός ἐστιν οὗ καὶ ἡ συνέχεια ὅλη ὁμοῦ οὖσα παραιτεῖται τὸν διορισμόν. Ὅτι δὲ ἐκ μέτρων πρὸς τὸ ΙΑον. ἑαυτοῖς. Β πρὸς τὸ Περὶ χρόνου ὁ χρόνος προκόπτει πᾶν κινούμενον κατὰ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
