# In Parmenidem 1476-1477

Damascius, In Parmenidem, 1476 to 1477. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1476
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1476

καὶ προέρχεται καὶ ἴσταται, ὡς ἐν τῷ προϊέναι τὴν μὲν στάσιν αὐτῆς διακρατεῖ διὰ τοῦ ἰσηλίκου, τὴν δὲ κίνησιν προάγει διὰ τοῦ νεωτέρου καὶ πρεσβυτέρου; Πέμπτον ἐπὶ τούτοις νεώτερον μὲν τὸ ἕν ἑαυτοῦ κατὰ τὴν ἡνωμένην οὐσίαν, πρὸ γὰρ τῆς προόδου τὸ ἠνωμένον, πρεσβύτερον δὲ κατὰ τὴν προελθοῦσαν καὶ διηρημένην, ἰσήλικον δὲ κατὰ τὴν ὁμοῦ συναμφότερον. Καὶ δὴ πρὸς τὰ ἄλλα νεώτερον μὲν αὐτῶν ὡς ἐνοειδῶς αὐτὰ τελειοῦν, πρεσβύτερον δὲ ὡς μεμερισμένως αὐτῶν ἐφαπλόμενον, ἰσήλικον δὲ ὡς ὁμοῦ κατὰ τὸ συναμφότερον προνοοούμενον. Καὶ γὰρ ὅλῳ μὲν ἑαυτῷ ὅλον τὸν οἰκεῖον κλῆρον διακρατεῖ, τῷ δὲ ἡνωμένῳ ἑαυτοῦ τὸ ἐκείνου συνηρημένον, τῷ δὲ μεριστῷ ἑαυτοῦ τὸ ἐκείνου πολυμέρισλον συγκροτεῖ. Καὶ ὥσπερ εἰς ἰσηλικον τοῖς ἄλλοις, ὅτι παρέχεται αὐτοῖς τὴν ἰσήλικον

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
