# In Parmenidem 149-153

Damascius, In Parmenidem, 149 to 153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/149
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/149

Ἐκφαίνεται δὲ καθ’ ὕπαρξιν νοητὴν ἐν τῷ διακεκριμένῳ νοητῶς. Κατὰ τρίτην δὴ οὖν ἔφοδον θεωρήσωμεν αὐτῶν τὴν τάξιν. Ἡ ὁλότης τοίνυν γεννᾷ τὰ μέρη· ἐν δὲ τῷ γεννᾶν ἡ τε ἀεὶ παράστασις καὶ ἡ κίνησις, καὶ ἡ ἑτερότης τῶν γεννωμένων. Πρὸ πάντων ἄρα ἡ ὁλότης ἡ γεννῶσα τὰ μέρη· καὶ μήπω γὰρ γεννώσα, ὁλότης ἐστίν, ὅτι πρὸ μερῶν, καὶ ὅτι συναίρεσις τῶν μερῶν ἡ ὁλότης, καὶ ὅτι κατὰ τὴν προβολὴν τῆς σχέσεως ἡ ὁλότης, καὶ εἰ μήπω ἐκεῖνα πρὸς ἃ ἡ σχέσις. Τῶν δὲ ἄλλων ἐν τῷ διακρίνεσθαι τὰ μέρη θεωρουμένων, ἡ μὲν κατ’ αἰτίαν εἰδητικὴ ὁλότης, ἐν τῇ τάξει τῶν μερῶν· ἡ δὲ ζωτικὴ πρὸ αὐτῆς, ἐν τῇ κινήσει τῇ πρὸς τὰ μέρη καὶ τὴν τάξιν αὐτῶν· ἡ δὲ τοῦ αἰῶνος ἐπινήχεται τῇ κινήσει, συνοχικὴ οὖσα αὐτῆς τῶν μορίων, ἵνα μείνῃ κινουμένη ἀεί, καὶ μὴ γένηται κεκινημένη, ἧπερ ἤν τῆς τρίτης τάξεως κίνησίς τε καὶ γέννησις. Οὕτω μὲν οὖν τετάχαται πρὸς ἄλληλας· μήποτε δὲ καὶ ἡ τοῦ αἰῶνος ὁλότης καὶ ἡ τῆς ζωῆς, κατὰ τὴν εἰδητικὴν ὀνομαζομένην ὁλοῦνται, οὖσαν δὲ οὐκ εἰδητικήν, ἀλλὰ μετρουμένην ὁλότητα ὑπὸ αἰῶνος. Γίνεται δὲ ἐν τῇ τρίτῃ τάξει εἰδητική, ἐν δὲ τῇ δευτέρᾳ καθ’ ὕπαρξίν ἐστίν, ὡς κινήσεως ὁλότης μετρουμένης τῷ αἰῶνι· ὡς τῷ χρόνῳ ἢ εἰς εἴδος ἐσλί προκόπτουσα γένεσις. Καὶ ταύτην τὴν κίνησιν εἴποι μὲν ἂν τις εἶναι ζωήν, ὡς κίνησιν· εἴποι δ’ ἂν τις καὶ οὐσίαν, μεριζομένην ἄμα καὶ ὁλουμένην σὺν τῷ μερίζεσθαι, ἄτε οὐδέπω ἐτεριοῦται. ταύτης] ταυτότης ἐμφαίνεται κατὰ] καὶ ἡ ὁλότης μεμερισμένην, ως κινούμενον λαβών, ἀλλ' οὐχ ὡς κίνησιν, καὶ ὡς μέρη καὶ ὅλον τεταγμένα, ἢ ταττόμενα τεταγμένα πρὸς ἀλλήλα, ἣν δὴ ὁλότητα ὡς ἀντιδιηρημένην τῷ μετροῦντι αὐτὴν αἰῶνι, καὶ τῇ κινούσῃ ζωῇ, εἰδητικὴν ὠνομάσαμεν κατὰ τὴν αἰτίαν· ἡ γὰρ διαιρουμένη οὐσία εἰς μέρη, οἷον ὑποκειμενόν τί ἐστι τῇ κινούσῃ ζωῇ, καὶ τῇ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
