# In Parmenidem 1508-1510

Damascius, In Parmenidem, 1508 to 1510. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1508
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1508

φύσεως τῶν ἄλλων, ἀπὸ δὲ τοῦ ἑνὸς ὁμοῦ καὶ τῶν ἄλλων τὸ ἰσήλικον κατασκευάζει. Τῶν γὰρ μερῶν ἕκαστον γιγνόμενον ἕν γίνεται, καὶ τὸ ὅλον πάλιν ἕν, καὶ τὸ ὁμοῦ ὅλον καὶ μέρη ἦν τὸ ἰσήλικον, ὡς ἕν τοῖς πρόσθεν ἐλέγομεν. Ἐπιστῆσαι δὲ χρή ὅτι ἀπὸ τοῦ γεγονέναι τὸ εἶναι συλλογίζεται· ἐπειδὴ καὶ τὸ γεγονέναι οὐκ ἕν μερισμῷ τῆς γενέσεως, ὥσπερ καὶ τὸ εἶναι· διὸ καὶ ἐπήγαγεν· «ἔστι μὲν δὴ οὕτως ἔχον τε καὶ γεγονός.» Ἐπὶ τούτοις ἀποδείκνυσιν ὡς οὔτε νεώτερον γίνεται οὔτε πρεσβύτερον τὸ ἕν τῶν ἄλλων ἀπὸ τῆς ἀριθμητικῆς ἰσότητος, ἀπὸ δὲ τῆς γεωμετρικῆς τὸ γίγνεσθαι νεώτερον καὶ πρεσβύτερον. Τί δὲ βούλεται διὰ τούτων; δοκεῖ γὰρ μαθηματικεύεσθαι πέρα τοῦ δέοντος. Ἡ μάλιστα μὲν τῇ γενέσει παρομαρτεῖ τὰ τοιαῦτα συμπλάματα, καὶ ἔδει καὶ ταῦτα, ὡς συμπληροῦντα τὴν γένεσιν, ἀπὸ τοῦ γενητοῦ ἑνὸς προελθεῖν. Ἔπειτα δὲ ἡ μὲν ἀριθμητικὴ ἰσότης ἐνδείκνυται ὅτι ὁ αὐτὸς χρόνος καὶ ἡ αὐτὴ ἡλικία κατὰ ἰδιότητα ὑπάρχει ἐν τε τῷ ἑνὶ καὶ τοῖς ἄλλοις, καὶ γὰρ ἄνθρωπος ὁ τε ἐκεῖ ὁ τε ἐνθάδε, ἡ δὲ γεωμετρικὴ τὴν κατὰ ὕφεσιν ἐξαλλαγὴν τοῦ αὐτοῦ εἴδους,

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
