# In Parmenidem 1743-1746

Damascius, In Parmenidem, 1743 to 1746. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/1743
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/1743

συνέχον. Ἐπειδὴ δὲ ἐξἥρητο τῆς οὐσίας, ἧν τι αὐτοῦ ἔσχατον ἴχνος καὶ μετὰ τὴν οὐσίαν. Πανταχοῦ μὲν ἄρα τὸ ἕν, οὐ πανταχοῦ δὲ ὕλη λέγεται οὐδὲ ἔστιν, ἀλλ’ ἐνταῦθα μόνον ὅπου διέστη ἀπὸ τῆς οὐσίας, καὶ διέστη ἐπὶ τὸ χειρόν, ὥστε δεῖσθαι τῆς οὐσίας. Καὶ γὰρ ὡς ὕλην καὶ τρύγα καὶ ὑποστάθμην αὐτὴν ὀνομάζομεν, καὶ ὡς ἐκκειμένην εἰς ὑποδοχὴν τῶν εἰδῶν, οἷον τὸ κενὸν εἰς ὑποδοχὴν τῶν σωμάτων· κατὰ γοῦν τοὺς εἰπόντας, ὅπου ἄρα μάλιστα καὶ ἐνέργειαι τοῦ εἴδους ἀφίστανται· ἐνταῦθα μάλιστα ὕλη ἔστιν· ἀφίσταται δὲ μάλιστα ἡ ὑποδοχὴ τῶν φθειρομένων ἀφ’ ἧς καὶ περὶ τῆς ἄλλης ἔχομεν τι συλλογίζεσθαι, ἐπεὶ ἡ γε ἐπουρανία ὕλη σύνεστιν ἀεὶ καὶ συνουσίωται τῷ εἴδει οὕτως, ὡς ἡ ζωὴ τῷ σώματι, ἢ τὸ σῶμα τῇ ζωῇ. Καὶ ἔστιν οἷον μέρος τοῦ εἴδους τὸ ἔσχατον· καὶ οὐδαμοῦ καθ’ αὐτὴν οὐδὲ ἐπινοία, εἰ τις αὐτῆς τὸ δυνάμει θεάσαιτο πεπληρωμένον ἀεὶ τοῦ ἐνεργεία· καὶ οἷον τὸ ἕν τοῦ εἴδους εἶναι βουλόμενον, ἢ ὅτι μάλιστα πρὸς αὐτὸ συμφυόμενον. Κάτω δὲ ἐλέγχεται αὐτῆς τὸ ἀνεῖδεον, ὡς ἐπίταδε διασλᾶν· καὶ ἡ μάλιστα μιμουμένη τὴν ἐπὶ τὸ ἄνω τοῦ πρώτου διάστασιν ἀπὸ τῆς οὐσίας, αὕτη ἔστιν ἡ ἐσχάτη ὕλη. Καὶ μήποτε καὶ τὰ ἄυλα τῶν στερεωμάτων ὑμνούμενα οὕτω νοητέον κατὰ τὴν ἐτι μειζόνως ἀδιάστατον πρὸς τὸ εἶδος ὑπόστασιν τοῦ ὑποκειμένου. Κατὰ γὰρ τοῦτο τὸ ἀδιάστατον καὶ οὕτω ρεῦσαν ἀπὸ τῆς οὐσίας ἐν οὐδὲ ἡ ψυχὴ λέγεται ἕνυλος, καίτοι ἔχουσα τὸ ἕν, ἀλλὰ πρὸ τῆς οὐσίας, καὶ συνυφιστῶν

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
