# In Parmenidem 175-176

Damascius, In Parmenidem, 175 to 176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/damascius/in-parmenidem/175
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/damascius/in-parmenidem/175

τοῦ ὅλου· ὅθεν καὶ δοκεῖ ἡ πρώτη ὁλότης ἐκ μερῶν εἶναι, ὅπερ οὐκ ἀληθές. Ἀλλ' ἐστὶ μὲν πρὸ μερῶν, εἰ θέμις εἰπεῖν· εἴσω δὲ τὰ μέρη κατέχουσα ἐκ μερῶν εἶναι δοξάζεται· τοῦτο μὲν δὴ καὶ ἐς ὑστερον· ἀλλ' ἡ οὕτως ὁρωμένη ὁλότης ἡ αὐτὴ καὶ αἰὼν ἐστὶ, καὶ ζωή, καὶ αἰτία τῆς εἰδητικῆς ὁλότητος· ὡς μὲν ὠδίνουσα τὴν τάξιν τῶν οἰκείων γεννημάτων, αἰτία τῆς τεταγμένης ὁλότητος· ὡς δὲ ὄρεξιν προβαλλομένη γεννήσεως, καὶ πρὸς τοῦτο κεινημένη, ζωή· ὡς δὲ ἐν τούτῳ μένουσα τῷ κινεῖσθαι τε καὶ ὁρμᾶν καὶ τετάσθαι πρὸς γέννησιν, αἰὼν ἐστιν· «ταυτὴ γὰρ ἐστὶ μονάς, κατὰ τὸ λόγιον, ἢ δύο γεννᾷ.» Διὸ καὶ τὸ μένειν ἀεὶ τῇ ἀόκνῳ στροφάλαγγι πᾶσιν χαρίζεται, κατὰ τὴν αὐτὴν χρησμορδίαν, ὡς δὲ

---

Damascius, In Parmenidem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000973.
